Isaiah 61:7
οὕτως ἐκ δευτέρας κληρονομήσουσι τὴν γῆν, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Deuteronomy 21:17ἀλλὰ τὸν πρωτότοκον υἱὸν τῆς μισουμένης ἐπιγνώσεται δοῦναι αὐτῷ διπλᾶ ἀπὸ πάντων, ὧν ἂν εὑρεθῇ αὐτῷ, ὅτι οὗτός ἐστιν ἀρχὴ τέκνων αὐτοῦ, καὶ τούτῳ καθήκει τὰ πρωτοτοκεῖα.
Job 42:10ὁ δὲ Κύριος ηὔξησε τὸν Ἰώβ· εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ, ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν. ἔδωκε δὲ ὁ Κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν Ἰὼβ εἰς διπλασιασμόν.
Isaiah 35:10καὶ συνηγμένοι διὰ Κύριον· καὶ ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιὼν μετ᾿ εὐφροσύνης, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτούς. ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός.
Isaiah 51:11καὶ λελυτρωμένοις; ὑπὸ γὰρ Κυρίου ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιὼν μετ᾿ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ κεφαλῆς γὰρ αὐτῶν ἀγαλλίασις καὶ αἴνεσις; καὶ εὐφροσύνη καταλήψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.
Isaiah 60:19καὶ οὐκ ἔσται σοι ἔτι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σου τὴν νύκτα, ἀλλ᾿ ἔσται σοι Κύριος φῶς αἰώνιον καὶ ὁ Θεὸς δόξα σου.
Zechariah 9:12καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι·