Jeremiah 1:13
καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρός με λέγων· τί σὺ ὁρᾷς; καὶ εἶπα· λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου βορρᾶ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
12καὶ εἶπε Κύριος πρός με· καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς.
Cross References
Genesis 41:32περὶ δὲ τοῦ δευτερῶσαι τὸ ἐνύπνιον Φαραὼ δίς, ὅτι ἀληθὲς ἔσται τὸ ρῆμα τὸ παρὰ τοῦ Θεοῦ, καὶ ταχυνεῖ ὁ Θεὸς τοῦ ποιῆσαι αὐτό.
Jeremiah 24:3καὶ εἶπε Κύριος πρός με· τί σὺ ὁρᾷς, Ἱερεμία; καὶ εἶπα· σύκα· τὰ χρηστὰ χρηστὰ λίαν, καὶ τὰ πονηρὰ πονηρὰ λίαν, ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν.
Ezekiel 11:7διὰ τοῦτο τάδε λέγει Κύριος· τοὺς νεκροὺς ὑμῶν, οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς, οὗτοί εἰσι τὰ κρέα, αὐτὴ δὲ ὁ λέβης ἐστί, καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς.
Ezekiel 24:3καὶ εἰπὸν ἐπὶ τὸν οἶκον τὸν παραπικραίνοντα παραβολὴν καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἐπίστησον τὸν λέβητα καὶ ἔγχεον εἰς αὐτὸν ὕδωρ
Zechariah 4:2καὶ εἶπε πρός με· τί σὺ βλέπεις; καὶ εἶπα· ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς·