Jeremiah 13:18
εἴπατε τῷ βασιλεῖ καὶ τοῖς δυναστεύουσι· ταπεινώθητε καὶ καθίσατε, ὅτι καθῃρέθη ἀπὸ κεφαλῆς ὑμῶν στέφανος δόξης ὑμῶν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 10:3εἰσῆλθε δὲ Μωυσῆς καὶ Ἀαρὼν ἐναντίον Φαραὼ καὶ εἶπαν αὐτῷ· τάδε λέγει Κύριος ὁ Θεὸς τῶν Ἑβραίων· ἕως τίνος οὐ βούλῃ ἐντραπῆναί με; ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσί μοι.
2 Kings 24:15καὶ ἀπῴκισε τὸν Ἰωαχὶμ εἰς Βαβυλῶνα καὶ τὴν μητέρα τοῦ βασιλέως καὶ τοὺς εὐνούχους αὐτοῦ· καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν εἰς ἀποικεσίαν ἐξ Ἱερουσαλὴμ εἰς Βαβυλῶνα
2 Chronicles 33:19ἰδοὺ ἐπὶ λόγων προσευχῆς αὐτοῦ, ὡς καὶ ἐπήκουσεν αὐτοῦ, καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ καὶ ἀποστάσεις αὐτοῦ καὶ οἱ τόποι, ἐφ' οἷς ᾠκοδόμησεν ἐν αὐτοῖς τὰ ὑψηλὰ καὶ ἔστησεν ἐκεῖ ἄλση καὶ γλυπτά, πρὸ τοῦ ἐπιστρέψαι, ἰδοὺ γέγραπται ἐπὶ τῶν λόγων τῶν ὁρώντων.
Isaiah 3:26καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν, καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ.
Jeremiah 22:24ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν γενόμενος γένηται Ἰεχονίας υἱὸς Ἰωακεὶμ βασιλεὺς Ἰούδα ἀποσφράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐκεῖθεν ἐκσπάσω σε
Lamentations 2:10Ἐκάθισαν εἰς τὴν γῆν, ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σιών, ἀνεβίβασαν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, περιεζώσαντο σάκκους, κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρθένους ἐν Ἱερουσαλήμ.