Jeremiah 13:24
καὶ διέσπειρα αὐτοὺς ὡς φρύγανα φερόμενα ἀπὸ ἀνέμου εἰς ἔρημον.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
Therefore will I scatter them as the stubble that passeth away by the wind of the wilderness.
In Context
Cross References
Leviticus 26:33καὶ διασπερῶ ὑμᾶς εἰς τὰ ἔθνη, καὶ ἐξαναλώσει ὑμᾶς ἐπιπορευομένη ἡ μάχαιρα· καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος, καὶ αἱ πόλεις ὑμῶν ἔσονται ἔρημοι.
Deuteronomy 28:64καὶ διασπερεῖ σε Κύριος ὁ Θεός σου εἰς πάντα τὰ ἔθνη ἀπ᾿ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, καὶ δουλεύσεις ἐκεῖ θεοῖς ἑτέροις, ξύλοις καὶ λίθοις, οὕς οὐκ ἠπίστω σὺ καὶ οἱ πατέρες σου.
Psalms 1:4οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ᾿ ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.
Isaiah 17:13ὡς ὕδωρ πολὺ ἔθνη πολλά, ὡς ὕδατος πολλοῦ βίᾳ καταφερομένου· καὶ ἀποσκορακιεῖ αὐτὸν καὶ πόρρω αὐτὸν διώξεται ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα.
Jeremiah 4:11ἐν τῷ καιρῷ ἐκείνῳ ἐροῦσι τῷ λαῷ τούτῳ καὶ τῇ Ἱερουσαλήμ· πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ, ὁδὸς τῆς θυγατρὸς τοῦ λαοῦ μου οὐκ εἰς καθαρὸν οὐδ' εἰς ἅγιον.
Ezekiel 5:2τὸ τέταρτον ἐν πυρὶ ἀνακαύσεις ἐν μέσῃ τῇ πόλει κατὰ τὴν πλήρωσιν τῶν ἡμερῶν τοῦ συγκλεισμοῦ· καὶ λήψῃ τὸ τέταρτον καὶ κατακαύσεις αὐτὸ ἐν μέσῳ αὐτῆς, καὶ τὸ τέταρτον κατακόψεις ἐν ρομφαίᾳ κύκλῳ αὐτῆς, καὶ τὸ τέταρτον διασκορπιεῖς τῷ πνεύματι, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν.