Jeremiah 14:13
καὶ εἶπα· ὦ Κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν προφητεύουσι καὶ λέγουσιν· οὐκ ὄψεσθε μάχαιραν, οὐδὲ λιμὸς ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ τούτῳ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Jeremiah 4:10καὶ εἶπα· ὦ δέσποτα Κύριε, ἄρα γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦτον καὶ τὴν Ἱερουσαλὴμ λέγων· εἰρήνη ἔσται ὑμῖν, καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα ἕως τῆς ψυχῆς αὐτῶν.
Jeremiah 5:31οἱ προφῆται προφητεύουσιν ἄδικα, καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν, καὶ ὁ λαός μου ἠγάπησεν οὕτως· καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταῦτα;
Jeremiah 23:17λέγουσι τοῖς ἀπωθουμένοις τὸν λόγον Κυρίου· εἰρήνη ἔσται ὑμῖν· καὶ πᾶσι τοῖς πορευομένοις τοῖς θελήμασιν αὐτῶν, παντὶ τῷ πορευομένῳ πλάνῃ καρδίας αὐτοῦ εἶπαν· οὐχ ἥξει ἐπὶ σὲ κακά.
Jeremiah 37:19καὶ ἐξελεύσονται ἀπ' αὐτῶν ᾄδοντες καὶ φωνὴ παιζόντων· καὶ πλεονάσω αὐτούς, καὶ οὐ μὴ ἐλαττωθῶσι.
Ezekiel 13:22ἀνθ᾿ ὧν διεστρέφετε καρδίαν δικαίου ἀδίκως, καὶ ἐγὼ οὐ διέστρεφον αὐτόν, καὶ τοῦ κατισχῦσαι χεῖρας ἀνόμου τὸ καθόλου μὴ ἀποστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆσαι αὐτόν,