Jeremiah 17:10
ἐγὼ Κύριος ἐτάζων καρδίας καὶ δοκιμάζων νεφροὺς τοῦ δοῦναι ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτοῦ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
9βαθεῖα ἡ καρδία παρά πάντα, καὶ ἄνθρωπός ἐστι· καὶ τίς γνώσεται αὐτόν;
Cross References
1 Samuel 16:7καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· μὴ ἐπιβλέψῃς ἐπὶ τὴν ὄψιν αὐτοῦ μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν· ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος, ὄψεται ὁ Θεός, ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς ὄψεται εἰς καρδίαν.
1 Chronicles 29:17καὶ ἔγνων, Κύριε, ὅτι σὺ εἶ ὁ ἐτάζων καρδίας καὶ δικαιοσύνην ἀγαπᾶς· ἐν ἁπλότητι καρδίας προεθυμήθην ταῦτα πάντα, καὶ νῦν τὸν λαόν σου τὸν εὑρεθέντα ὧδε εἶδον ἐν εὐφροσύνῃ προθυμηθέντα σοι.
Job 34:11ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν, καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν.
Psalms 7:10συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν καὶ κατευθυνεῖς δίκαιον, ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός.
Psalms 62:12ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.