Jeremiah 2:37
ὅτι καὶ ἐντεῦθεν ἐξελεύσῃ, καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου· ὅτι ἀπώσατο Κύριος τὴν ἐλπίδα σου, καὶ οὐκ εὐοδωθήσῃ ἐν αὐτῇ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Numbers 14:41καὶ εἶπε Μωυσῆς· ἱνατί ὑμεῖς παραβαίνετε τὸ ρῆμα Κυρίου; οὐκ εὔοδα ἔσται ὑμῖν.
2 Samuel 13:19καὶ ἔλαβε Θημὰρ σποδὸν καὶ ἐπέθηκεν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ τὸν χιτῶνα τὸν καρπωτὸν τὸν ἐπ' αὐτῆς διέρρηξε καὶ ἐπέθηκε τὰς χεῖρας αὐτῆς ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐπορεύθη πορευομένη καὶ κράζουσα.
Isaiah 10:4τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν; ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ᾿ ἔτι ἡ χεὶρ ὑψηλή.
Jeremiah 2:36τί κατεφρόνησας σφόδρα τοῦ δευτερῶσαι τὰς ὁδούς σου; καὶ ἀπὸ Αἰγύπτου καταισχυνθήσῃ, καθὼς κατῃσχύνθης ἀπὸ Ἀσσούρ.
Jeremiah 22:20Ἀνάβηθι εἰς τὸν Λίβανον καὶ κράξον καὶ εἰς τὴν Βασὰν δὸς τὴν φωνήν σου καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης, ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου.
Jeremiah 37:7ὅτι μεγάλη ἡ ἡμέρα ἐκείνη καὶ οὐκ ἔστιν τοιαύτη, καὶ χρόνος στενός ἐστι τῷ Ἰακώβ, καὶ ἀπὸ τούτου σωθήσεται.