Jeremiah 27:6
πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου, οἱ ποιμένες αὐτῶν ἔξωσαν αὐτούς, ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς, ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο, ἐπελάθοντο κοίτης αὐτῶν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
2 Kings 25:28καὶ ἐλάλησε μετ᾿ αὐτοῦ ἀγαθὰ καὶ ἔδωκε τὸν θρόνον αὐτοῦ ἐπάνωθεν τῶν θρόνων τῶν βασιλέων τῶν μετ᾿ αὐτοῦ ἐν Βαβυλῶνι,
Psalms 50:10ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Jeremiah 21:7καὶ μετὰ ταῦτα οὕτως λέγει Κύριος δώσω τὸν Σεδεκίαν βασιλέα Ἰούδα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὸν λαὸν τὸν καταλειφθέντα ἐν τῇ πόλει ταύτῃ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τοῦ λιμοῦ καὶ ἀπὸ τῆς μαχαίρας εἰς χεῖρας ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν, καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας· οὐ φείσομαι ἐπ' αὐτοῖς καὶ οὐ μὴ οἰκτειρήσω αὐτούς.
Jeremiah 25:9ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ λήψομαι τὴν πατριὰν ἀπὸ βορρᾶ καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῆς καὶ ἐξερημώσω αὐτοὺς καὶ δώσω αὐτοὺς εἰς ἀφανισμὸν καὶ εἰς συριγμὸν καὶ εἰς ὀνειδισμὸν αἰώνιον·
Jeremiah 43:10καὶ ἀνεγίνωσκε Βαροὺχ ἐν τῷ βιβλίῳ τοὺς λόγους Ἱερεμίου ἐν οἴκῳ Κυρίου, ἐν οἴκῳ Γαμαρίου, υἱοῦ Σαφὰν τοῦ γραμματέως, ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου Κυρίου τῆς καινῆς καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ.
Ezekiel 29:18υἱὲ ἀνθρώπου, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύναμιν αὐτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου, πᾶσα κεφαλὴ φαλακρὰ καὶ πᾶς ὦμος μαδῶν, καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρου καὶ τῆς δουλείας, ἧς ἐδούλευσαν ἐπ' αὐτήν.