Jeremiah 3:16
καὶ ἔσται ἐὰν πληθυνθῆτε καὶ αὐξηθῆτε ἐπὶ τῆς γῆς, λέγει Κύριος, ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἐροῦσιν ἔτι· κιβωτὸς διαθήκης ἁγίου Ἰσραήλ, οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐκ ὀνομασθήσεται οὐδὲ ἐπισκεφθήσεται καὶ οὐ ποιηθήσεται ἔτι.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
15καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετ' ἐπιστήμης.
Cross References
Isaiah 60:22ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα· ἐγὼ Κύριος κατὰ καιρὸν συνάξω αὐτούς.
Isaiah 65:17ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ᾿ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν,
Jeremiah 7:4μὴ πεποίθατε ἐφ' ἑαυτοῖς ἐπὶ λόγοις ψευδέσιν, ὅτι τὸ παράπαν οὐκ ὠφελήσουσιν ὑμᾶς λέγοντες· ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν.
Jeremiah 31:8καὶ ἥξει ὄλεθρος ἐπὶ πᾶσαν πόλιν, καὶ πόλις οὐ μὴ σωθῇ, καὶ ἀπολεῖται ὁ αὐλών, καὶ ἐξολοθρευθήσεται ἡ πεδινή, καθὼς εἶπε Κύριος.
Ezekiel 15:5οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν. μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος, εἰ ἔτι ἔσται εἰς ἐργασίαν;
Ezekiel 37:26καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, διαθήκη αἰωνία ἔσται μετ' αὐτῶν· καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.