Jeremiah 5:19
καὶ ἔσται ὅταν εἴπητε· τίνος ἕνεκεν ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν πάντα ταῦτα; καὶ ἐρεῖς αὐτοῖς· ἀνθ' ὧν ἐδουλεύσατε θεοῖς ἀλλοτρίοις ἐν τῇ γῇ ὑμῶν, οὕτως δουλεύσετε ἀλλοτρίοις ἐν τῇ γῇ οὐχ ὑμῶν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
18καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος ὁ Θεός σου, οὐ μὴ ποιήσω ὑμᾶς εἰς συντέλειαν.
20ἀναγγείλατε ταῦτα εἰς τὸν οἶκον Ἰακώβ, καὶ ἀκουσθήτω ἐν τῷ οἴκῳ Ἰούδα.
Cross References
Deuteronomy 4:25Ἐὰν δὲ γεννήσῃς υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν σου καὶ χρονίσητε ἐπὶ τῆς γῆς καὶ ἀνομήσητε καὶ ποιήσητε γλυπτὸν ὁμοίωμα παντὸς καὶ ποιήσητε τὸ πονηρὸν ἐνώπιον Κυρίου τοῦ Θεοῦ ὑμῶν παροργίσαι αὐτόν,
Deuteronomy 29:24καὶ ἐροῦσιν· ὅτι κατέλιπον τὴν διαθήκην Κυρίου τοῦ Θεοῦ τῶν πατέρων αὐτῶν, ἃ διέθετο τοῖς πατράσιν αὐτῶν, ὅτε ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου,
1 Kings 9:8καὶ ὁ οἶκος οὗτος ἔσται ὁ ὑψηλός, πᾶς ὁ διαπορευόμενος δι᾿ αὐτοῦ ἐκστήσεται καὶ συριεῖ καὶ ἐροῦσιν· ἕνεκεν τίνος ἐποίησε Κύριος οὕτως τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ;
Jeremiah 2:13ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.
Jeremiah 9:12τίς ὁ ἄνθρωπος ὁ συνετός, καὶ συνέτω τοῦτο; καὶ ᾧ λόγος στόματος Κυρίου πρὸς αὐτόν, ἀναγγειλάτω ὑμῖν· ἕνεκεν τίνος ἀπώλετο ἡ γῆ, ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν;
Jeremiah 16:10καὶ ἔσται ὅταν ἀναγγείλῃς τῷ λαῷ τούτῳ ἅπαντα τὰ ρήματα ταῦτα καὶ εἴπωσι πρὸς σέ· διατί ἐλάλησε Κύριος ἐφ' ἡμᾶς πάντα τὰ κακὰ ταῦτα; τίς ἡ ἀδικία ἡμῶν; καὶ τίς ἡ ἁμαρτία ἡμῶν, ἣν ἡμάρτομεν ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν;