Jeremiah 5:9
μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος. ἢ ἐν ἔθνει τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
8ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζον.
Cross References
Leviticus 26:25καὶ ἐπάξω ἐφ᾿ ὑμᾶς μάχαιραν ἐκδικοῦσαν δίκην διαθήκης, καὶ καταφεύξεσθε εἰς τὰς πόλεις ὑμῶν· καὶ ἐξαποστελῶ θάνατον εἰς ὑμᾶς, καὶ παραδοθήσεσθε εἰς χεῖρας τῶν ἐχθρῶν.
Deuteronomy 32:43εὐφράνθητε, οὐρανοί, ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· εὐφράνθητε, ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ· ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικᾶται, καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσει, καὶ ἐκκαθαριεῖ Κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ.
Isaiah 1:24διὰ τοῦτο τάδε λέγει Κύριος ὁ δεσπότης σαβαώθ, ὁ δυνάστης τοῦ Ἰσραήλ· οὐαὶ τοῖς ἰσχύουσιν ἐν Ἱερουσαλήμ· οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω.
Jeremiah 6:6ὅτι τάδε λέγει Κύριος· ἔκκοψον τὰ ξύλα αὐτῆς, ἔκχεον ἐπὶ Ἱερουσαλὴμ δύναμιν· ὦ πόλις ψευδής, ὅλη καταδυναστεία ἐν αὐτῇ.
Jeremiah 9:8βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, δόλια τὰ ρήματα τοῦ στόματος αὐτῶν· τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν.
Jeremiah 23:2διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου· ὑμεῖς διεσκορπίσατε τά πρόβατά μου καὶ ἐξώσατε αὐτὰ καὶ οὐκ ἐπεσκέψασθε αὐτά, ἰδοὺ ἐγὼ ἐκδικῶ ἐφ' ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν·