The Bible Software
bible.software › Jeremiah › Jeremiah 6 › Jeremiah 6:21

Jeremiah 6:21

διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ ἀσθενήσουσιν ἐν αὐτῷ πατέρες καὶ υἱοὶ ἅμα, γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.

Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

In The King James Version

Therefore thus saith the LORD, Behold, I will lay stumblingblocks before this people, and the fathers and the sons together shall fall upon them; the neighbour and his friend shall perish.

In Context

20ἱνατί μοι λίβανον ἐκ Σαβὰ φέρετε καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶ δεκτά, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι.

22τάδε λέγει Κύριος· ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔθνη ἐξεγερθήσονται ἀπ' ἐσχάτου τῆς γῆς·

Read all of Jeremiah 6

Cross References

Isaiah 8:14καὶ ἐὰν ἐπ᾿ αὐτῷ πεποιθὼς ἦς, ἔσται σοι εἰς ἁγίασμα καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτῷ, οὐδὲ ὡς πέτρας πτώματι· οἱ δὲ οἶκοι Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ἱερουσαλήμ.

Isaiah 9:14καὶ ἀφεῖλε Κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐράν, μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ, πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας (αὕτη ἡ ἀρχὴ) καὶ προφήτην διδάσκοντα ἄνομα (οὗτος ἡ οὐρά).

Jeremiah 9:21ὅτι ἀνέβη θάνατος διὰ τῶν θυρίδων ὑμῶν, εἰσῆλθεν εἰς τὴν γῆν ὑμῶν τοῦ ἐκτρῖψαι νήπια ἔξωθεν καὶ νεανίσκους ἀπὸ τῶν πλατειῶν.

Jeremiah 15:2καὶ ἔσται ἐὰν εἴπωσι πρὸς σέ· ποῦ ἐξελευσόμεθα; καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ὅσοι εἰς θάνατον, εἰς θάνατον· καὶ ὅσοι εἰς μάχαιραν, εἰς μάχαιραν· καί ὅσοι εἰς λιμόν, εἰς λιμόν· καὶ ὅσοι εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν.

Jeremiah 18:21διὰ τοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν εἰς λιμὸν καὶ ἄθροισον αὐτοὺς εἰς χεῖρας μαχαίρας· γενέσθωσαν αἱ γυναῖκες αὐτῶν ἄτεκνοι καὶ χῆραι, καὶ οἱ ἄνδρες αὐτῶν γενέσθωσαν ἀνῃρημένοι θανάτῳ καὶ οἱ νεανίσκοι αὐτῶν πεπτωκότες μαχαίρᾳ ἐν πολέμῳ.

Jeremiah 21:7καὶ μετὰ ταῦτα οὕτως λέγει Κύριος δώσω τὸν Σεδεκίαν βασιλέα Ἰούδα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὸν λαὸν τὸν καταλειφθέντα ἐν τῇ πόλει ταύτῃ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τοῦ λιμοῦ καὶ ἀπὸ τῆς μαχαίρας εἰς χεῖρας ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν, καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας· οὐ φείσομαι ἐπ' αὐτοῖς καὶ οὐ μὴ οἰκτειρήσω αὐτούς.

This Verse In Other Editions

King James VersionBíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)Библия (Русский)新标点和合本성경 (한국어)الكتاب المقدس باللغة العربية، فان دايكBibbia Diodati (Italiano)Kinh Thánh (Tiếng Việt)Biblia Cornilescu (Română)Polish Biblia Gdanska (1881)Statenvertaling (Nederlands)

Study Jeremiah 6:21

Matthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)
← Jeremiah 6:20Jeremiah 6Jeremiah 6:22 →