Job 1:8
καὶ εἶπεν αὐτῷ ὁ Κύριος· προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ παιδός μου Ἰώβ, ὅτι οὐκ ἔστι κατ᾿ αὐτὸν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος;
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
9ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ Κυρίου· μὴ δωρεὰν Ἰὼβ σέβεται τὸν Κύριον;
Cross References
Numbers 12:3καὶ ὁ ἄνθρωπος Μωυσῆς πραυ±ς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς.
Joshua 1:7ἴσχυε οὖν καὶ ἀνδρίζου, φυλάσσεσθαι καὶ ποιεῖν καθότι ἐνετείλατό σοι Μωυσῆς ὁ παῖς μου, καὶ οὐκ ἐκκλινεῖς ἀπ' αὐτῶν εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά, ἵνα συνῇς ἐν πᾶσιν οἷς ἐὰν πράσσῃς.
2 Kings 23:25ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ βασιλεύς, ὃς ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ ἰσχύϊ αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετ᾿ αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ.
Job 1:1ΑΝΘΡΩΠΟΣ τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός, ἄμεμπτος, δίκαιος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.
Job 2:3εἶπε δὲ ὁ Κύριος πρὸς τὸν διάβολον· προσέσχες οὖν τῷ θέραποντί μου Ἰώβ, ὅτι οὐκ ἔστι κατ᾿ αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ὅμοιος αὐτῷ, ἄκακος, ἀληθινός, ἄμεμπτος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ; ἔτι δὲ ἔχετε ἀκακίας· σὺ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτοῦ διακενῆς ἀπολέσαι.
Job 9:22διὸ εἶπον· μέγα καὶ δυνάστην ἀπολλύει ὀργή,