Job 12:17
διάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησε.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
He leadeth counsellors away spoiled, and maketh the judges fools.
In Context
16παρ᾿ αὐτῷ κράτος καὶ ἰσχύς, αὐτῷ ἐπιστήμη καὶ σύνεσις.
18καθιζάνων βασιλεῖς ἐπὶ θρόνους καὶ περιέδησε ζώνῃ ὀσφύας αὐτῶν.
Cross References
2 Samuel 15:31καὶ ἀνηγγέλη Δαυὶδ λέγοντες· καὶ Ἀχιτόφελ ἐν τοῖς συστρεφομένοις μετὰ Ἀβεσσαλώμ· καὶ εἶπε Δαυίδ· διασκέδασον δὴ τὴν βουλὴν Ἀχιτόφελ, Κύριε ὁ Θεός μου.
2 Samuel 17:23καὶ Ἀχιτόφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ, καὶ ἀνέστη καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ· καὶ ἐνετείλατο τῷ οἴκῳ αὐτοῦ καὶ ἀπήγξατο καὶ ἀπέθανε καὶ ἐτάφη ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ.
Job 9:24παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. πρόσωπα κριτῶν αὐτῆς συγκαλύπτει· εἰ δὲ μὴ αὐτός ἐστι, τίς ἐστιν;
Isaiah 29:14διὰ τοῦτο ἰδοὺ ἐγὼ προσθήσω τοῦ μετατεθῆναι τὸν λαὸν τοῦτον καὶ μεταθήσω αὐτοὺς καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω.