Job 26:3
τίνι συμβεβούλευσαι; οὐχ ᾧ πᾶσα σοφία; τίνι ἐπακολουθήσεις; οὐχ ᾧ μεγίστη δύναμις;
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
2τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν; πότερον, οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ᾧ βραχίων κραταιός ἐστι;
4τίνι ἀνήγγειλας ρήματα; πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐλθοῦσα ἐκ σοῦ;
Cross References
Job 12:2εἶτα ὑμεῖς ἐστε ἄνθρωποι· ἦ μεθ᾿ ὑμῶν τελευτήσει σοφία.
Job 13:5εἴη δὲ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν.
Job 17:10οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε, καὶ δεῦτε δή, οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές.
Job 33:3καθαρά μου ἡ καρδία ρήμασι, σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει.
Job 38:2τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ρήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν;
Psalms 71:15καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας, καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντός, ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν.