The Bible Software
Job · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

Job 30

1ΝΥΝΙ δὲ κατεγέλασάν μου ἐλάχιστοι, νῦν νουθετοῦσί με ἐν μέρει ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν, οὓς οὐχ ἡγησάμην ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων.

2καί γε ἰσχὺς χειρῶν αὐτῶν ἱνατί μοι; ἐπ᾿ αὐτοὺς ἀπώλετο συντέλεια.

3ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος· οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν,

4οἱ περικυκλοῦντες ἅλιμα ἐπὶ ἠχοῦντι, οἵτινες ἅλιμα ἦν αὐτῶν τὰ σῖτα, ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἳ καὶ ρίζας ξύλων ἐμασσῶντο ὑπὸ λιμοῦ μεγάλου.

5ἐπανέστησάν μοι κλέπται,

6ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν,

7ἀνὰ μέσον εὐήχων βοήσονται· οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο,

8ἀφρόνων υἱοὶ καὶ ἀτίμων, ὄνομα καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς.

9νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλλημα ἔχουσιν·

10ἐβδελύξαντο δέ με ἀποστάντες μακρὰν ἀπὸ δὲ τοῦ προσώπου μου οὐκ ἐφείσαντο πτύελον.

11ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέ με, καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλαν.

12ἐπὶ δεξιῶν βλαστοῦ ἐξανέστησαν, πόδα αὐτῶν ἐξέτειναν καὶ ὡδοποίησαν ἐπ᾿ ἐμὲ τρίβους ἀπωλείας αὐτῶν.

13ἐξετρίβησαν τρίβοι μου, ἐξέδυσαν γάρ μου τὴν στολήν· βέλεσιν αὐτοῦ κατηκόντισέ με,

14κέχρηται δέ μοι ὡς βούλεται, ἐν ὀδύναις πέφυρμαι.

15ἐπιστρέφονταί μου αἱ ὀδύναι, ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα καὶ ὥσπερ νέφος ἡ σωτηρία μου.

16καὶ νῦν ἐπ᾿ ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου, ἔχουσι δέ με ἡμέραι ὀδυνῶν·

17νυκτί δέ μου τὰ ὀστᾶ συγκέχυται, τὰ δὲ νεῦρά μου διαλέλυται.

18ἐν πολλῇ ἰσχύϊ ἐπελάβετό μου τῆς στολῆς, ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχε με.

19ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς·

20κέκραγα δὲ πρός σε καὶ οὐκ ἀκούεις μου, ἔστησαν δὲ καὶ κατενόησάν με·

21ἐπέβης δέ μοι ἀνελεημόνως, χειρὶ κραταιᾷ με ἐμαστίγωσας·

22ἔταξας δέ με ἐν ὀδύναις, καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας.

23οἶδα γὰρ ὅτι θάνατός με ἐκτρίψει, οἰκία γὰρ παντὶ θνητῷ γῆ.

24εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο.

25ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα ἰδὼν ἄνδρα ἐν ἀνάγκαις.

26ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς, ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν.

27ἡ κοιλία μου ἐξέζεσε καὶ οὐ σιωπήσεται, προέφθασάν με ἡμέραι πτωχείας.

28στένων πεπόρευμαι ἄνευ φιμοῦ, ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς.

29ἀδελφὸς γέγονα σειρήνων, ἑταῖρος δὲ στρουθῶν.

30τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως, τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος.

31ἀπέβη δὲ εἰς πένθος μου ἡ κιθάρα, ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί.

← Job 29Read In The App, Free →Job 31 →

Study Job 30

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

123456789101112131415161718192021222324252627282930313233343536373839404142