The Bible Software
Job · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

Job 34

1ΥΠΟΛΑΒΩΝ δὲ Ἐλιοὺς λέγει·

2ἀκούσατέ μου, σοφοί· ἐπιστάμενοι, ἐνωτίζεσθε τὸ καλόν·

3ὅτι οὖς λόγους δοκιμάζει, καὶ λάρυγξ γεύεται βρῶσιν.

4κρίσιν ἑλώμεθα ἑαυτοῖς, γνῶμεν ἀνὰ μέσον ἑαυτῶν ὅ,τι καλόν.

5ὅτι εἴρηκεν Ἰώβ· δίκαιός εἰμι, ὁ Κύριος ἀπήλλαξέ μου τὸ κρίμα,

6ἐψεύσατο δὲ τῷ κρίματί μου, βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας.

7τίς ἀνὴρ ὥσπερ Ἰώβ, πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ,

8οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας ἢ ὁδοῦ κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα τοῦ πορευθῆναι μετὰ ἀσεβῶν;

9μὴ γὰρ εἴπῃς, ὅτι οὐκ ἔσται ἐπισκοπὴ ἀνδρὸς καὶ ἐπισκοπὴ αὐτῷ παρὰ Κυρίου.

10διό, συνετοὶ καρδίας ἀκούσατέ μου· μή μοι εἴη ἔναντι Κυρίου ἀσεβῆσαι καὶ ἔναντι Παντοκράτορος ταράξαι τὸ δίκαιον·

11ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν, καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν.

12οἴει δὲ τὸν Κύριον ἄτοπα ποιήσειν; ἢ ὁ Παντοκράτωρ ταράξει κρίσιν, ὃς ἐποίησε τὴν γῆν;

13τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπ᾿ οὐρανὸν καὶ τὰ ἐνόντα πάντα;

14εἰ γὰρ βούλοιτο συνέχειν καὶ τὸ πνεῦμα παρ᾿ αὐτῷ κατασχεῖν,

15τελευτήσει πᾶσα σάρξ ὁμοθυμαδόν, πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη.

16εἰ δὲ μὴ νουθετῇ, ἄκουε ταῦτα, ἐνωτίζου φωνὴν ρημάτων.

17ἰδὲ σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς ὄντα αἰώνιον δίκαιον.

18ἀσεβὴς ὁ λέγων βασιλεῖ· παρανομεῖς, ἀσεβέστατε, τοῖς ἄρχουσιν·

19ὃς οὐκ ἐπῃσχύνθη πρόσωπον ἐντίμου, οὐδὲ οἶδε τιμὴν θέσθαι ἁδροῖς θαυμασθῆναι πρόσωπα αὐτῶν.

20κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός· ἐχρήσαντο γὰρ παρανόμως ἐκκλινομένων ἀδυνάτων.

21αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων, λέληθε δὲ αὐτὸν οὐδὲν ὧν πράσσουσιν,

22οὐδὲ ἔσται τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα·

23ὅτι οὐκ ἀπ᾿ ἄνδρα θήσει ἔτι·

24ὁ γὰρ Κύριος πάντας ἐφορᾷ ὁ καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός·

25ὁ γνωρίζων αὐτῶν τὰ ἔργα καὶ στρέψει νύκτα καὶ ταπεινωθήσονται.

26ἔσβεσε δὲ ἀσεβεῖς, ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ,

27ὅτι ἐξέκλιναν ἐκ νόμου Θεοῦ, δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν

28τοῦ ἐπαγαγεῖν ἐπ᾿ αὐτὸν κραυγὴν πενήτων, καὶ κραυγὴν πτωχῶν εἰσακούσεται.

29καὶ αὐτὸς ἡσυχίαν παρέξει, καὶ τίς καταδικάσεται; καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν; καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμοῦ

30βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ.

31ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων· εἴληφα, οὐκ ἐνεχυράσω·

32ἄνευ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι, εἰ ἀδικίαν εἰργασάμην, οὐ μὴ προσθήσω.

33μὴ παρὰ σοῦ ἀποτίσει αὐτήν; ὅτι ἀπώσῃ, ὅτι σὺ ἐκλέξῃ, καὶ οὐκ ἐγώ· καὶ τί ἔγνως, λάλησον.

34διὸ συνετοὶ καρδίας ἐροῦσι ταῦτα, ἀνὴρ δὲ σοφὸς ἀκήκοέ μου τὸ ρῆμα.

35Ἰὼβ δὲ οὐκ ἐν συνέσει ἐλάλησε, τὰ ρήματα αὐτοῦ οὐκ ἐν ἐπιστήμῃ.

36οὐ μὴν δὲ ἀλλὰ μάθε, Ἰώβ, μὴ δῷς ἔτι ἀνταπόκρισιν, ὥσπερ οἱ ἄφρονες,

37ἵνα μὴ προσθῶμεν ἐφ᾿ ἁμαρτίαις ἡμῶν, ἀνομία δὲ ἐφ᾿ ἡμῖν λογισθήσεται, πολλὰ λαλούντων ρήματα ἐναντίον τοῦ Κυρίου.

← Job 33Read In The App, Free →Job 35 →

Study Job 34

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

123456789101112131415161718192021222324252627282930313233343536373839404142