Job 36
1ΠΡΟΣΘΕΙΣ δὲ ἔτι Ἐλιοὺς λέγει·
2μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστι λέξις.
3ἀναλαβὼν τὴν ἐπιστήμην μου μακράν, ἔργοις δέ μου δίκαια ἐρῶ ἐπ᾿ ἀληθείας
4καὶ οὐκ ἄδικα ρήματα ἀδίκως συνιεῖς.
5γίνωσκε δὲ ὅτι ὁ Κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον. δυνατὸς ἰσχύϊ καρδίας
6ἀσεβῆ οὐ μὴ ζωοποιήσει καὶ κρίμα πτωχῶν δώσει.
7οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ· καὶ μετὰ βασιλέων εἰς θρόνον καὶ καθιεῖ αὐτοὺς εἰς νῖκος, καὶ ὑψωθήσονται.
8καὶ οἱ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίοις πενίας,
9καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν.
10ἀλλὰ τοῦ δικαίου εἰσακούσεται· καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας.
11ἐὰν ἀκούσωσι καὶ δουλεύσωσι, συντελέσουσι τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις.
12ἀσεβεῖς δὲ οὐ διασῴζει παρὰ τὸ μὴ βούλεσθαι αὐτοὺς εἰδέναι τὸν Κύριον καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν.
13καὶ ὑποκριταὶ καρδίᾳ τάξουσι θυμόν· οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς.
14ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων,
15ἀνθ᾿ ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον, κρίμα δὲ πρᾳέων ἐκθήσει.
16καὶ προσέτι ἠπάτησέ σε ἐκ στόματος ἐχθροῦ· ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς, καὶ κατέβη τράπεζά σου πλήρης πιότητος.
17οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα,
18θυμὸς δὲ ἐπ᾿ ἀσεβεῖς ἔσται δι᾿ ἀσέβειαν δώρων, ὧν ἐδέχοντο ἐπ᾿ ἀδικίαις.
19μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων, καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν.
20μὴ ἐξελκύσῃς τὴν νύκτα τοῦ ἀναβῆναι λαοὺς ἀντ᾿ αὐτῶν·
21ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄτοπα· ἐπὶ τούτων γὰρ ἐξείλω ἀπὸ πτωχείας.
22ἰδοὺ ὁ Ἰσχυρὸς κραταιώσει ἐν ἰσχύϊ αὐτοῦ· τίς γάρ ἐστι κατ᾿ αὐτὸν δυνάστης;
23τίς δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργα; ἢ τίς ὁ εἰπών· ἔπραξεν ἄδικα;
24μνήσθητι, ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα, ὧν ἦρξαν ἄνδρες.
25πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ, ὅσοι τιτρωσκόμενοί εἰσι βροτοί.
26ἰδοὺ ὁ Ἰσχυρὸς πολύς, καὶ οὐ γνωσόμεθα· ἀριθμὸς ἐτῶν αὐτοῦ, καὶ ἀπέραντος.
27ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ, καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην·
28ρυήσονται παλαιώματα, ἐσκίασε δὲ νέφη ἐπὶ ἀμυθήτων βροτῶν. 28α ὥραν ἔθετο κτήνεσιν, οἴδασι δὲ κοίτης τάξιν. 28β ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος;
29καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ,
30ἰδοὺ ἐκτενεῖ ἐπ᾿ αὐτὸν ἠδὼ καὶ ριζώματα τῆς θαλάσσης ἐκάλυψεν·
31ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς, δώσει τροφὴν τῷ ἰσχύοντι.
32ἐπὶ χειρῶν ἐκάλυψε φῶς καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι·
33ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ Κύριος, κτῆσις καὶ περὶ ἀδικίας.