Job 38
1ΜΕΤΑ δὲ τὸ παύσασθαι Ἐλιοὺν τῆς λέξεως εἶπεν ὁ Κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν·
2τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ρήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν;
3ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι.
4ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δέ μοι εἰ ἐπίστῃ σύνεσιν.
5τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ᾿ αὐτῆς;
6ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασι; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ᾿ αὐτῆς;
7ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου.
8ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαιοῦτο ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη.
9ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα.
10ἐθέμην δὲ αὐτῇ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας.
11εἶπα δὲ αὐτῇ· μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ, ἀλλ᾿ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.
12ἦ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν; ἑωσφόρος δὲ εἶδε τὴν ἑαυτοῦ τάξιν
13ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς;
14ἦ σὺ λαβὼν γῆν πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπί γῆς;
15ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας;
16ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας;
17ἀνοίγονταί δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;
18νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ᾿ οὐρανόν; ἀνάγγειλον δή μοι, πόση τίς ἐστι;
19ἐν ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς; σκότους δὲ ποῖος ὁ τόπος;
20εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν; εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν;
21οἶδας ἄρα ὅτι τότε γεγέννησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς;
22ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑώρακας;
23ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν εἰς ἡμέραν πολέμων καὶ μάχης;
24πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ᾿ οὐρανόν;
25τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ρύσιν, ὁδὸν δὲ κυδοιμῶν
26τοῦ ὑετίσαι ἐπὶ γῆν, οὗ οὐκ ἀνήρ, ἔρημον, οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ,
27τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης;
28τίς ἐστιν ὑετοῦ πατήρ; τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου,
29ἐκ γαστρὸς δέ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν,
30ἣ καταβαίνει ὥσπερ ὕδωρ ρέον; πρόσωπον ἀσεβοῦς τίς ἔπληξε;
31συνῆκας δὲ δεσμὸν Πλειάδος καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας;
32ἦ διανοίξεις μαζουρὼθ ἐν καιρῷ αὐτοῦ καὶ Ἓσπερον ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτά;
33ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ ἢ τὰ ὑπ᾿ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα;
34καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρου ὑπακούσεταί σου;
35ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται; ἐροῦσι δέ σοι· τί ἐστι;
36τίς δὲ ἔδωκε γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην;
37τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινε;
38κέχυται δὲ ὥσπερ γῆ κονία, κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον.
39θηρεύσεις δὲ λέουσι βοράν, ψυχὰς δὲ δρακόντων ἐμπρήσεις;
40δεδοίκασι γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες.
41τίς δὲ ἡτοίμασε κόρακι βοράν; νεοσσοὶ γὰρ αὐτοῦ πρὸς Κύριον κεκράγασι πλανώμενοι, τὰ σῖτα ζητοῦντες.