Joel 1:2
Ἀκούσατε ταῦτα, οἱ πρεσβύτεροι, καὶ ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν γῆν. εἰ γέγονε τοιαῦτα ἐν ταῖς ἡμέραις ὑμῶν ἢ ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν;
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
1ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς Ἰωὴλ τὸν τοῦ Βαθουήλ.
Cross References
Job 8:8ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων·
Job 15:10καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν, βαρύτερος τοῦ πατρός σου ἡμέραις.
Psalms 49:1Ψαλμὸς τῷ Ἀσάφ. ΘΕΟΣ θεῶν Κύριος ἐλάλησε καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.
Isaiah 34:1ΠΡΟΣΑΓΑΓΕΤΕ, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες. ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐν αὐτῇ, ἡ οἰκουμένη καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ.
Jeremiah 30:7σκηνὰς αὐτῶν καὶ τὰ πρόβατα αὐτῶν λήψονται, ἱμάτια αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ καμήλους αὐτῶν λήψονται ἑαυτοῖς· καὶ καλέσατε ἐπ' αὐτοὺς ἀπώλειαν κυκλόθεν.
Hosea 4:1ΑΚΟΥΣΑΤΕ λόγον Κυρίου, υἱοὶ Ἰσραήλ, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς.