Joel 2:20
καὶ τὸν ἀπὸ Βορρᾶ ἐκδιώξω ἀφ᾿ ὑμῶν καὶ ἐξώσω αὐτὸν εἰς γῆν ἄνυδρον καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἀναβήσεται ἡ σαπρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρόμος αὐτοῦ, ὅτι ἐμεγάλυνε τὰ ἔργα αὐτοῦ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
21θάρσει, γῆ, χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι.
Cross References
Exodus 10:19καὶ μετέβαλε Κύριος ἄνεμον ἀπὸ θαλάσσης σφοδρόν, καὶ ἀνέλαβε τὸν ἀκρίδα καὶ ἔβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλασσαν, καὶ οὐχ ὑπελείφθη ἀκρὶς μία ἐν πάσῃ γῇ Αἰγύπτου.
2 Kings 8:13καὶ εἶπεν Ἀζαήλ· τίς ἐστιν ὁ δοῦλός σου ὁ κύων ὁ τεθνηκώς, ὅτι ποιήσει τὸ ρῆμα τοῦτο; καὶ εἶπεν Ἑλισαιέ· ἔδειξέ μοι Κύριός σε βασιλεύοντα ἐπὶ Συρίαν.
Isaiah 34:3οἱ δὲ τραυματίαι αὐτῶν ριφήσονται καὶ οἱ νεκροί, καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμή, καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν.
Ezekiel 39:12καὶ κατορύξουσιν ἐκεῖ τὸν Γὼγ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ κληθήσεται Τὸ γαὶ τὸ πολυάνδριον τοῦ Γώγ.
Ezekiel 47:18καὶ τὰ πρὸς ἀνατολὰς ἀναμέσον τῆς Αὐρανίτιδος καὶ ἀναμέσον Δαμασκοῦ καὶ ἀναμέσον τῆς Γαλααδίτιδος καὶ ἀναμέσον τῆς γῆς τοῦ Ἰσραήλ, ὁ Ἰορδάνης διορίζει ἐπὶ τὴν θάλασσαν τὴν πρὸς ἀνατολὰς Φοινικῶνος· ταῦτα τὰ πρὸς ἀνατολάς.
Joel 2:2ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης. ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρός· ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος καὶ μετ᾿ αὐτὸν οὐ προστεθήσεται ἕως ἐτῶν εἰς γενεὰς γενεῶν.