Joshua 1:6
ἴσχυε καὶ ἀνδρίζου, σὺ γὰρ ἀποδιελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 12:7καὶ ὤφθη Κύριος τῷ ¨Αβραμ καὶ εἶπεν αὐτῷ· τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. καὶ ᾠκοδόμησεν ἐκεῖ ¨Αβραμ θυσιαστήριον Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.
Numbers 26:53τούτοις μερισθήσεται ἡ γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων·
Numbers 34:17ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν· Ἐλεάζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.
Deuteronomy 31:6ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ δειλιάσης μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι Κύριος ὁ Θεός σου ὁ προπορευόμενος μεθ᾿ ὑμῶν ἐν ὑμῖν, οὔτε μή σε ἀνῇ, οὔτε μή σε ἐγκαταλίπῃ.
Deuteronomy 31:23καὶ ἐνετείλατο Μωυσῆς Ἰησοῖ καὶ εἶπεν· ἀνδρίζου καὶ ἴσχυε, σὺ γὰρ εἰσάξεις τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὴν γῆν, ἣν ὤμοσεν αὐτοῖς Κύριος, καὶ αὐτὸς ἔσται μετὰ σοῦ.
Joshua 1:9ἰδοὺ ἐντέταλμαί σοι· ἴσχυε καὶ ἀνδρίζου, μὴ δειλιάσῃς, μηδὲ φοβηθῇς, ὅτι μετὰ σοῦ Κύριος ὁ Θεός σου εἰς πάντα, οὗ ἐὰν πορεύῃ.