Joshua 11:17
ἀπὸ ὄρους Χελχὰ καὶ ὃ προσαναβαίνει εἰς Σηεὶρ καὶ ἕως Βααλγὰδ καὶ τὰ πεδία τοῦ Λιβάνου ὑπὸ τὸ ὄρος τὸ Ἀερμὼν καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν ἔλαβε καὶ ἀνεῖλε καὶ ἀπέκτεινε.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
18καὶ ἡμέρας πλείους ἐποίησεν Ἰησοῦς πρὸς τοὺς βασιλεῖς τούτους τὸν πόλεμον,
Cross References
Deuteronomy 1:7ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσθε εἰς ὄρος Ἀμορραίων καὶ πρὸς πάντας τοὺς περιοίκους Ἄραβα, εἰς ὄρος καὶ πεδίον καὶ πρὸς λίβα καὶ παραλίαν γῆν Χαναναίων καὶ Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου.
Deuteronomy 7:24καὶ παραδώσει τοὺς βασιλεῖς αὐτῶν εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου· οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπόν σου, ἕως ἂν ἐξολοθρεύσῃς αὐτούς.
Joshua 1:4τὴν ἔρημον καὶ τὸν Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς ἐσχάτης ἀφ' ἡλίου δυσμῶν ἔσται τὰ ὅρια ὑμῶν.
Joshua 12:7Καὶ οὗτοι οἱ βασιλεῖς τῶν Ἀμορραίων, οὓς ἀνεῖλεν Ἰησοῦς καὶ υἱοὶ Ἰσραὴλ ἐν τῷ πέραν τοῦ Ἰορδάνου παρὰ θάλασσαν Βααλγὰδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου καὶ ἕως ὄρους τοῦ Χελχὰ ἀναβαινόντων εἰς Σηείρ, καὶ ἔδωκεν αὐτὴν Ἰησοῦς ταῖς φυλαῖς Ἰσραὴλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν,