Joshua 13:25
καὶ ἐγένετο τὰ ὅρια αὐτῶν Ἰαζήρ, πᾶσαι πόλεις Γαλαὰδ καὶ τὸ ἥμισυ γῆς υἱῶν Ἀμμῶν ἕως Ἀροήρ, ἥ ἐστι κατὰ πρόσωπον Ραββά,
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
24ἔδωκε δὲ Μωυσῆς τοῖς υἱοῖς Γὰδ κατὰ δήμους αὐτῶν.
26καὶ ἀπὸ Ἐσεβὼν ἕως Ραμὼθ κατὰ τὴν Μασσηφὰ καὶ Βοτανὶμ καὶ Μααναΐν ἕως τῶν ὁρίων Δαβίρ,
Cross References
Numbers 21:26ἔστι γὰρ Ἐσεβὼν πόλις Σηὼν τοῦ βασιλέως τῶν Ἀμορραίων, καὶ οὗτος ἐπολέμησε βασιλέα Μωὰβ τὸ πρότερον καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ ἀπὸ Ἀροὴρ ἕως Ἀρνῶν.
Numbers 32:35καὶ τὴν Σοφὰρ καὶ τὴν Ἰαζὴρ καὶ ὕψωσαν αὐτάς,
Deuteronomy 3:11ὅτι πλὴν Ὢγ βασιλεὺς Βασὰν κατελείφθη ἀπὸ τῶν Ραφαΐν· ἰδοὺ ἡ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Ἀμμάν, ἐννέα πήχεων τὸ μῆκος αὐτῆς καὶ τεσσάρων πήχεων τὸ εὖρος αὐτῆς ἐν πήχει ἀνδρός.
Judges 5:17Γαλαὰδ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐσκήνωσε· καὶ Δὰν εἰς τί παροικεῖ πλοίοις; Ἀσὴρ ἐκάθισε παραλίαν θαλασσῶν καὶ ἐπὶ διεξόδοις αὐτοῦ σκηνώσει.
2 Samuel 11:1ΚΑΙ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ εἰς τὸν καιρὸν τῆς ἐξοδίας τῶν βασιλέων, καὶ ἀπέστειλε Δαυὶδ τὸν Ἰωὰβ καὶ τοὺς παῖδας αὐτοῦ μετ' αὐτοῦ καὶ τὸν πάντα Ἰσραήλ, καὶ διέφθειραν τοὺς υἱοὺς Ἀμμὼν καὶ διεκάθισαν ἐπὶ Ραββάθ· καὶ Δαυὶδ ἐκάθισεν ἐν Ἱερουσαλήμ.
2 Samuel 24:5καὶ διέβησαν τὸν Ἰορδάνην καὶ παρενέβαλον ἐν Ἀροὴρ ἐκ δεξιῶν τῆς πόλεως τῆς ἐν μέσῳ τῆς φάραγγος Γὰδ καὶ Ἐλιέζερ.