Joshua 13:30
καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ Μααναΐμ καὶ πᾶσα βασιλεία Βασανὶ καὶ πᾶσα βασιλεία Ὢγ βασιλέως τῆς Βασὰν καὶ πάσας τὰς κώμας Ἰαΐρ, αἵ εἰσιν ἐν τῇ Νασανίτιδι, ἑξήκοντα πόλεις,
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
29καὶ ἔδωκε Μωυσῆς τῷ ἡμίσει φυλῆς Μανασσῆ κατὰ δήμους αὐτῶν.
Cross References
Numbers 32:39καὶ ἐπορεύθη υἱὸς Μαχὶρ υἱοῦ Μανασσῆ εἰς Γαλαὰδ καὶ ἔλαβεν αὐτὴν καὶ ἀπώλεσε τὸν Ἀμορραῖον τὸν κατοικοῦντα ἐν αὐτῇ.
Deuteronomy 3:4καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ· οὐκ ἦν πόλις, ἣν οὐκ ἐλάβομεν παρ᾿ αὐτῶν, ἑξήκοντα πόλεις, πάντα τὰ περίχωρα Ἀργὸβ βασιλέως Ὢγ ἐν Βασάν,
Deuteronomy 3:13καὶ τὸ κατάλοιπον τοῦ Γαλαὰδ καὶ πᾶσαν τὴν Βασὰν βασιλείαν Ὢγ ἔδωκα τῷ ἡμίσει φυλῆς Μανασσῆ καὶ πᾶσαν περίχωρον Ἀργόβ, πᾶσαν Βασὰν ἐκείνην· γῆ Ραφαΐν λογισθήσεται.
Joshua 21:38καὶ ἀπὸ φυλῆς Γὰδ τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, τὴν Ραμὼθ ἐν τῇ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καμὶν καὶ τὰ περισπόρια αὐτῆς
1 Chronicles 2:22καὶ Σεροὺχ ἐγέννησε τὸν Ἰαΐρ. καὶ ἦσαν αὐτῷ εἴκοσι καὶ τρεῖς πόλεις ἐν τῇ Γαλαάδ.