Joshua 13:5
καὶ πᾶσαν τὴν γῆν Γαβλὶ Φυλιστιείμ· καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου, ἀπὸ Γαλγὰλ ὑπὸ τὸ ὄρος τὸ Ἀερμὼν ἕως τῆς εἰσόδου Ἐμάθ·
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
4ἐκ Θαιμὰν καὶ πάσῃ γῇ Χαναὰν ἐναντίον Γάζης, καὶ οἱ Σιδώνιοι ἕως Ἀφέκ, ἕως τῶν ὁρίων τῶν Ἀμορραίων,
Cross References
Deuteronomy 1:7ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσθε εἰς ὄρος Ἀμορραίων καὶ πρὸς πάντας τοὺς περιοίκους Ἄραβα, εἰς ὄρος καὶ πεδίον καὶ πρὸς λίβα καὶ παραλίαν γῆν Χαναναίων καὶ Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου.
Joshua 11:17ἀπὸ ὄρους Χελχὰ καὶ ὃ προσαναβαίνει εἰς Σηεὶρ καὶ ἕως Βααλγὰδ καὶ τὰ πεδία τοῦ Λιβάνου ὑπὸ τὸ ὄρος τὸ Ἀερμὼν καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν ἔλαβε καὶ ἀνεῖλε καὶ ἀπέκτεινε.
1 Kings 5:18καὶ νῦν ἀνέπαυσε Κύριος ὁ Θεός μου ἐμοὶ κυκλόθεν· οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἁμάρτημα πονηρόν.
Isaiah 10:9καὶ ἐρεῖ· οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλάνης, οὗ ὁ πύργος ᾠκοδομήθη; καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν·
Amos 6:2διάβητε πάντες καὶ ἴδετε καὶ διέλθατε ἐκεῖθεν εἰς Ἐμαθραββὰ καὶ κατάβητε ἐκεῖθεν εἰς Γὲθ ἀλλοφύλων, τὰς κρατίστας ἐκ πασῶν τῶν βασιλειῶν τούτων, εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστι τῶν ὑμετέρων ὁρίων.