The Bible Software
Joshua · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

Joshua 18

1ΚΑΙ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς Σηλὼ καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἡ γῆ ἐκρατήθη ὑπ' αὐτῶν.

2καὶ κατελείφθησαν οἱ υἱοὶ Ἰσραήλ, οἳ οὐκ ἐκληρονόμησαν, ἑπτὰ φυλαί.

3καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰσραήλ· ἕως τίνος ἐκλυθήσεσθε κληρονομῆσαι τὴν γῆν, ἣν ἔδωκε Κύριος ὁ Θεὸς ἡμῶν;

4δότε ἐξ ὑμῶν ἄνδρας τρεῖς ἐκ φυλῆς, καὶ ἀναστάντες διελθέτωσαν τὴν γῆν καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου, καθὰ δεήσει διελεῖν αὐτήν (καὶ διήλθοσαν πρὸς αὐτόν,

5καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας). Ἰούδας στήσεται αὐτοῖς ὅριον ἀπὸ λιβός, καὶ οἱ υἱοὶ Ἰωσὴφ στήσονται αὐτοῖς ἀπὸ βορρᾶ.

6ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας καὶ ἐνέγκατε ὧδε πρός με, καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν.

7οὐ γάρ ἐστι μερὶς τοῖς υἱοῖς Λευὶ ἐν ὑμῖν, ἱερατεία γὰρ Κυρίου μερὶς αὐτοῦ· καὶ Γὰδ καὶ Ρουβὴν καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἐλάβοσαν τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ Ἰορδάνου ἐπ' ἀνατολάς, ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς ὁ παῖς Κυρίου.

8καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν, καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἀνδράσι τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν λέγων· πορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν καὶ παραγενήθητε πρός με, καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου ἐν Σηλώ.

9καὶ ἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γῆν καὶ εἴδοσαν αὐτὴν καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις, ἑπτὰ μερίδας εἰς βιβλίον, καὶ ἤνεγκαν πρὸς Ἰησοῦν.

10καὶ ἐνέβαλεν αὐτοῖς Ἰησοῦς κλῆρον ἐν Σηλὼ ἔναντι Κυρίου.

11Καὶ ἐξῆλθεν ὁ κλῆρος φυλῆς Βενιαμὶν πρῶτος κατὰ δήμους αὐτῶν, καὶ ἐξῆλθεν ὅρια τοῦ κλήρου αὐτῶν ἀνὰ μέσον υἱῶν Ἰούδα καὶ ἀνὰ μέσον τῶν υἱῶν Ἰωσήφ.

12καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ βορρᾶ, ἀπὸ τοῦ Ἰορδάνου προσαναβήσεται τὰ ὅρια κατὰ νώτου Ἱεριχὼ ἀπὸ βορρᾶ καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος ἡ Μαβδαρῖτις Βαιθών,

13καὶ διελεύσεται ἐκεῖθεν τὰ ὅρια Λουζὰ ἐπὶ νώτου Λουζὰ ἀπὸ λιβὸς (αὕτη ἐστὶ Βαιθήλ), καὶ καταβήσεται τὰ ὅρια Μααταρωθορὲχ ἐπὶ τὴν ὀρεινήν, ἥ ἐστι πρὸς λίβα Βαιθωρὼν ἡ κάτω,

14καὶ διελεύσεται τὰ ὅρια καὶ περιελεύσεται ἐπὶ τὸ μέρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ λιβὸς ἀπὸ τοῦ ὄρους ἐπὶ πρόσωπον Βαιθωρὼν λίβα, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος εἰς Καριαθβάαλ (αὕτη ἐστὶ Καριαθιαρίν, πόλις υἱῶν Ἰούδα)· τοῦτό ἐστι τὸ μέρος τὸ πρὸς θάλασσαν.

15καὶ μέρος τὸ πρὸς λίβα ἀπό μέρους Καριαθβάαλ, καὶ διελεύσεται ὅρια εἰς Γασὶν ἐπὶ πηγὴν ὕδατος Ναφθώ,

16καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους τοῦ ὄρους, ὅ ἐστι κατὰ πρόσωπον νάπης Ὀννάμ, ὅ ἐστιν ἐκ μέρους Ἐμεκραφαΐν ἀπὸ βορρᾶ, καὶ καταβήσεται Γαίεννα ἐπὶ νῶτον Ἰεβουσαὶ ἀπὸ λιβὸς καὶ καταβήσεται ἐπὶ πηγὴν Ρωγὴλ

17καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσαμὺς καὶ παρελεύσεται ἐπὶ Γαλιλώθ, ἥ ἐστιν ἀπέναντι πρὸς ἀνάβασαιν Αἰθαμίν, καὶ καταβήσεται ἐπὶ λίθον Βαιὼν υἱῶν Ρουβὴν

18καὶ διελεύσεται κατὰ νώτου Βαιθάραβα ἀπὸ βορρᾶ, καὶ καταβήσεται ἐπὶ τὰ ὅρια ἐπὶ νῶτον θάλασσαν ἀπὸ βορρᾶ,

19καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἐπὶ βορρᾶν εἰς μέρος τοῦ Ἰορδάνου ἀπὸ λιβός· ταῦτα τὰ ὅριά ἐστιν ἀπὸ λιβός.

20καὶ ὁ Ἰορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμίν, τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους.

21καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υἱῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν Ἱεριχὼ καὶ Βεθεγαιὼ καὶ Ἀμεκασίς,

22καὶ Βαιθαβαρὰ καὶ Σαρὰ καὶ Βησανὰ

23καὶ Αἰεὶν καὶ Φαρὰ καὶ Ἐφραθὰ

24καὶ Καραφὰ καὶ Κεφιρὰ καὶ Μονὶ καὶ Γαβαά, πόλεις δώδεκα καὶ αἱ κῶμαι αὐτῶν·

25Γαβαὼν καὶ Ραμὰ καὶ Βεηρωθὰ

26καὶ Μασσημὰ καὶ Μιρὼν καὶ Ἀμωκὴ

27καὶ Φιρὰ καὶ Καφὰν καὶ Νακὰν καὶ Σεληκὰν καὶ Θαρεηλὰ

28καὶ Ἰεβοῦς (αὕτη ἐστὶν Ἱερουσαλὴμ) καὶ Γαβαωθιαρίμ, πόλεις δεκατρεῖς καὶ αἱ κῶμαι αὐτῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν.

← Joshua 17Read In The App, Free →Joshua 19 →

Study Joshua 18

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

123456789101112131415161718192021222324