bible.software › Joshua › Joshua 24 › Joshua 24:32
Joshua 24:32
καὶ τὰ ὀστᾶ Ἰωσὴφ ἀνήγαγον οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου καὶ κατώρυξαν ἐν Σικίμοις, ἐν τῇ μερίδι τοῦ ἀγροῦ, οὗ ἐκτήσατο Ἰακὼβ παρὰ τῶν Ἀμορραίων τῶν κατοικούντων ἐν Σικίμοις ἀμνάδων ἑκατὸν καὶ ἔδωκεν αὐτὴν Ἰωσὴφ ἐν μερίδι.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
And the bones of Joseph, which the children of Israel brought up out of Egypt, buried they in Shechem, in a parcel of ground which Jacob bought of the sons of Hamor the father of Shechem for an hundred pieces of silver: and it became the inheritance of the children of Joseph.
In Context
31καὶ ἔθαψαν αὐτὸν πρὸς τοῖς ὁρίοις τοῦ κλήρου αὐτοῦ ἐν Θαμνασασὰχ ἐν τῷ ὄρει τῷ Ἐφραὶμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαάς· ἐκεῖ ἔθηκαν μετ' αὐτοῦ εἰς τό μνῆμα, εἰς ὃ ἔθαψαν αὐτὸν ἐκεῖ, τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμε τοὺς υἱοὺς Ἰσραὴλ ἐν Γαλγάλοις, ὅτε ἐξήγαγεν αὐτοὺς ἐξ Αἰγύπτου, καθὰ συνέταξεν αὐτοῖς Κύριος, καὶ ἐκεῖ εἰσιν ἕως τῆς σήμερον ἡμέρας.
33καὶ ἐγένετο μετὰ ταῦτα καὶ Ἐλεάζαρ υἱὸς Ἀαρὼν ὁ ἀρχιερεὺς ἐτελεύτησε καὶ ἐτάφη ἐν Γαβαὰρ Φινεὲς τοῦ υἱοῦ αὐτοῦ, ἣν ἔδωκεν αὐτῷ ἐν τῷ ὄρει Ἐφραίμ. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λαβόντες οἱ υἱοὶ Ἰσραὴλ τὴν κιβωτὸν τοῦ Θεοῦ περιεφέροσαν ἐν ἑαυτοῖς, καὶ Φινεὲς ἱεράτευσεν ἀντὶ Ἐλεάζαρ τοῦ πατρὸς αὐτοῦ, ἕως ἀπέθανε καὶ κατωρύγη ἐν Γαβαὰρ τῇ ἑαυτοῦ. οἱ δὲ υἱοὶ Ἰσραὴλ ἀπήλθοσαν ἕκαστος εἰς τὸν τόπον αὐτῶν καὶ εἰς τὴν ἑαυτῶν πόλιν. καὶ ἐσέβοντο οἱ υἱοὶ Ἰσραὴλ τὴν Ἀστάρτην καὶ Ἀσταρὼθ καὶ τοὺς θεοὺς τῶν ἐθνῶν τῶν κύκλῳ αὐτῶν· καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας Ἐγλὼμ τῷ βασιλεῖ Μωάβ, καὶ ἐκυρίευσεν αὐτῶν ἔτη δεκαοκτώ.
Read all of Joshua 24
Cross References
Genesis 33:19καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ, οὗ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, παρὰ Ἐμὼρ πατρὸς Συχὲμ ἑκατὸν ἀμνῶν.
Genesis 50:25καὶ ὥρκισεν Ἰωσὴφ τοὺς υἱοὺς Ἰσραὴλ λέγων· ἐν τῇ ἐπισκοπῇ, ᾗ ἐπισκέψηται ὁ Θεὸς ὑμᾶς, καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ᾿ ὑμῶν.
This Verse In Other Editions
Study Joshua 24:32