Joshua 4
1ΚΑΙ ἐπεὶ συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν Ἰορδάνην, καὶ εἶπε Κύριος τῷ Ἰησοῖ λέγων·
2παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ, ἕνα ἀφ' ἑκάστης φυλῆς,
3σύνταξον αὐτοῖς λέγων· ἀνέλεσθε ἐκ μέσου Ἰορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς, θέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν, οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα.
4καὶ ἀνακαλεσάμενος Ἰησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν Ἰσραήλ, ἕνα ἀφ' ἑκάστης φυλῆς,
5εἶπεν αὐτοῖς· προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου Κυρίου εἰς μέσον τοῦ Ἰορδάνου, καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον ἀράτω ἐπὶ τῶν ὤμων αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ,
6ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διαπαντός, ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων, τί εἰσιν οἱ λίθοι οὗτοι ἡμῖν;
7καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων· ὅτι ἐξέλιπεν ὁ Ἰορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης Κυρίου πάσης τῆς γῆς, ὡς διέβαινεν αὐτόν· καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς Ἰσραὴλ ἕως τοῦ αἰῶνος.
8καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ἰσραήλ, καθότι ἐνετείλατο Κύριος τῷ Ἰησοῖ, καὶ ἀναλαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ Ἰορδάνου, καθάπερ συνέταξε Κύριος τῷ Ἰησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν Ἰσραήλ, καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκεῖ.
9ἔστησε δὲ Ἰησοῦς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ Ἰορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καί εἰσιν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας.
10εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐν τῷ Ἰορδάνῃ, ἕως οὗ συνετέλεσεν Ἰησοῦς πάντα, ἃ ἐνετείλατο Κύριος ἀναγγεῖλαι τῷ λαῷ, καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησαν.
11καὶ ἐγένετο ὡς συνετέλεσε πᾶς ὁ λαὸς διαβῆναι, καὶ διέβη ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου, καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶν.
12καὶ διέβησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ οἱ ἡμίσεις φυλῆς Μανασσῆ διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν Ἰσραήλ, καθάπερ ἐνετείλατο αὐτοῖς Μωυσῆς.
13τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον Κυρίου εἰς πόλεμον πρὸς τὴν Ἱεριχὼ πόλιν.
14ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησε Κύριος τὸν Ἰησοῦν ἐναντίον τοῦ παντὸς γένους Ἰσραήλ, καὶ ἐφοβοῦντο αὐτόν, ὥσπερ Μωυσῆν, ὅσον χρόνον ἔζη.
15Καὶ εἶπε Κύριος τῷ Ἰησοῖ λέγων·
16ἔντειλαι τοῖς ἱερεῦσι τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης τοῦ μαρτυρίου Κυρίου ἐκβῆναι ἐκ τοῦ Ἰορδάνου.
17καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἱερεῦσι λέγων· ἔκβητε ἐκ τοῦ Ἰορδάνου.
18καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐκ τοῦ Ἰορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς, ὥρμησε τὸ ὕδωρ τοῦ Ἰορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ χθὲς καὶ τρίτην ἡμέραν δι' ὅλης τῆς κρηπίδος.
19καὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ Ἰορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου· καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ Ἰσραὴλ ἐν Γαλγάλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς Ἱεριχώ.
20καὶ τοὺς δώδεκα λίθους τούτους, οὓς ἔλαβεν ἐκ τοῦ Ἰορδάνου, ἔστησεν Ἰησοῦς ἐν Γαλγάλοις
21λέγων· ὅταν ἐρωτῶσιν ὑμᾶς οἱ υἱοὶ ὑμῶν λέγοντες· τί εἰσιν οἱ λίθοι οὗτοι;
22ἀναγγείλατε τοῖς υἱοῖς ὑμῶν, ὅτι ἐπὶ ξηρᾶς διέβη Ἰσραὴλ τὸν Ἰορδάνην τοῦτον,
23ἀποξηράναντος Κυρίου τοῦ Θεοῦ ἡμῶν τὸ ὕδωρ τοῦ Ἰορδάνου ἐκ τῶν ἔμπροσθεν αὐτῶν, μέχρις οὗ διέβησαν· καθάπερ ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τὴν ἐρυθρὰν θάλασσαν, ἣν ἀπεξήρανε Κύριος ὁ Θεὸς ἡμῶν ἔμπροσθεν ἡμῶν, ἕως παρήλθομεν,
24ὅπως γνῶσι πάντα τὰ ἔθνη τῆς γῆς, ὅτι ἡ δύναμις τοῦ Κυρίου ἰσχυρά ἐστι, καὶ ἵνα ὑμεῖς σέβησθε Κύριον τὸν Θεὸν ἡμῶν ἐν παντὶ χρόνῳ.