Judges 1:20
καὶ ἔδωκαν τῷ Χάλεβ τὴν Χεβρών, καθὼς ἐλάλησε Μωυσῆς, καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις τῶν υἱῶν Ἐνάκ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
And they gave Hebron unto Caleb, as Moses said: and he expelled thence the three sons of Anak.
In Context
Cross References
Numbers 14:24ὁ δὲ παῖς μου Χάλεβ, ὅτι πνεῦμα ἕτερον ἐν αὐτῷ καὶ ἐπηκολούθησέ μοι, εἰσάξω αὐτὸν εἰς τὴν γῆν, εἰς ἣν εἰσῆλθεν ἐκεῖ, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει αὐτήν.
Joshua 11:21Καὶ ἦλθεν Ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλόθρευσε τοὺς Ἐνακὶμ ἐκ τῆς ὀρεινῆς, ἐκ Χεβρὼν καὶ ἐκ Δαβὶρ καὶ ἐξ Ἀναβὼθ καὶ ἐκ παντὸς γένους Ἰσραὴλ καὶ ἐκ παντὸς ὄρους Ἰούδα σὺν ταῖς πόλεσιν αὐτῶν, καὶ ἐξωλόθρευσεν αὐτοὺς Ἰησοῦς.
Joshua 14:13καὶ εὐλόγησεν αὐτὸν Ἰησοῦς καὶ ἔδωκε Χεβρὼν τῷ Χάλεβ υἱῷ Ἰεφονὴ υἱῷ Κενὲζ ἐν κλήρῳ.
Joshua 15:13καὶ τῷ Χάλεβ υἱῷ Ἰεφονὴ ἔδωκε μερίδα ἐν μέσῳ υἱῶν Ἰούδα διὰ προστάγματος τοῦ Θεοῦ, καὶ ἔδωκεν αὐτῷ Ἰησοῦς τὴν πόλιν Ἀρβὸκ μητρόπολιν Ἐνὰκ (αὕτη ἐστὶ Χεβρών).
Judges 1:10καὶ ἐπορεύθη Ἰούδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρών, καὶ ἐξῆλθε Χεβρὼν ἐξ ἐναντίας· καὶ τὸ ὄνομα ἦν Χεβρὼν τὸ πρότερον Καριαθαρβοκσεφέρ. καὶ ἐπάταξαν τὸν Σεσσὶ καὶ Ἀχιναὰν καὶ Θολμί, γεννήματα τοῦ Ἐνάκ.