Judges 1:27
καὶ οὐκ ἐξῇρε Μανασσῆ τὴν Βαιθσάν, ἥ ἐστι Σκυθῶν πόλις, οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὴν Θανὰκ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Δὼρ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τὸν κατοικοῦντα Βαλὰκ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Μαγεδὼ οὐδὲ τὰ περίοικα αὐτῆς καὶ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Ἰεβλαὰμ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς· καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
28καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ἰσραήλ, καὶ ἐποίησε τὸν Χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῇρεν αὐτόν.
Cross References
Exodus 23:32οὐ συγκαταθήσῃ αὐτοῖς καὶ τοῖς θεοῖς αὐτῶν διαθήκην,
Joshua 17:11καὶ ἔσται Μανασσῆ ἐν Ἰσσάχαρ καὶ ἐν Ἀσὴρ Βαιθσὰν καὶ αἱ κῶμαι αὐτῶν καὶ τοὺς κατοικοῦντας Δὼρ καὶ τὰς κώμας αὐτῆς, καὶ τοὺς κατοικοῦντας Μαγεδδώ, καὶ τὰς κώμας αὐτῆς, καὶ τὸ τρίτον τῆς Ναφετὰ καὶ τὰς κώμας αὐτῆς.
Judges 1:1ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ἰσραὴλ διὰ τοῦ Κυρίου λέγοντες· τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς;
Judges 5:19ἦλθον αὐτῶν βασιλεῖς, παρετάξαντο, τότε ἐπολέμησαν βασιλεῖς Χαναὰν ἐν Θαναὰχ ἐπὶ ὕδατι Μαγεδδώ· δῶρον ἀργυρίου οὐκ ἔλαβον.
1 Samuel 31:10καὶ ἀνέθηκαν τὰ σκεύη αὐτοῦ εἰς τὸ Ἀσταρτεῖον καὶ τὸ σῶμα αὐτοῦ κατέπηξαν ἐν τῷ τείχει Βαιθσάν.
2 Kings 23:29ἐν δὲ ταῖς ἡμέραις αὐτοῦ ἀνέβη φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου ἐπὶ βασιλέα Ἀσσυρίων ἐπὶ ποταμὸν Εὐφράτην· καὶ ἐπορεύθη Ἰωσίας εἰς ἀπαντὴν αὐτοῦ, καὶ ἐθανάτωσεν αὐτὸν Νεχαὼ ἐν Μαγεδδὼ ἐν τῷ ἰδεῖν αὐτόν.