Judges 11:24
οὐχὶ ἃ ἐὰν κληρονομήσει σε Χαμὼς ὁ θεός σου, αὐτὰ κληρονομήσεις, καὶ τοὺς πάντας, οὓς ἐξῇρε Κύριος ὁ Θεὸς ἡμῶν ἀπὸ προσώπου ὑμῶν, αὐτοὺς κληρονομήσομεν;
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Deuteronomy 9:4μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἐν τῷ ἐξαναλῶσαι Κύριον τὸν Θεόν σου τὰ ἔθνη ταῦτα πρὸ προσώπου σου λέγων· διὰ τὰς δικαιοσύνας μου εἰσήγαγέ με Κύριος κληρονομῆσαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην·
Joshua 3:10ἐν τούτῳ γνώσεσθε ὅτι Θεὸς ζῶν ἐν ὑμῖν καὶ ὀλοθρεύων ὀλοθρεύσει ἀπὸ προσώπου ἡμῶν τὸν Χαναναῖον καὶ τὸν Χετταῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν Ἀμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Ἰεβουσαῖον·
Judges 2:1ΚΑΙ ἀνέβη ἄγγελος Κυρίου ἀπὸ Γαλγὰλ ἐπὶ τὸν Κλαυθμῶνα καὶ ἐπὶ Βαιθὴλ καἱ ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ εἶπε πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἀνεβίβασα ὑμᾶς ἐξ Αἰγύπτου καὶ εἰσήγαγον ὑμᾶς εἰς τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν, καὶ εἶπα· οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ᾿ ὑμῶν εἰς τὸν αἰῶνα·
Psalms 44:2ΕΞΗΡΕΥΞΑΤΟ ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ, ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.
Jeremiah 48:7καὶ ἐγένετο εἰσελθόντων αὐτῶν εἰς τὸ μέσον τῆς πόλεως, ἔσφαξεν αὐτοὺς εἰς τὸ φρέαρ.
Micah 4:5ὅτι πάντες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν αὐτοῦ, ἡμεῖς δὲ πορευσόμεθα ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἐπέκεινα.