Judges 13:3
καὶ ὤφθη ἄγγελος Κυρίου πρὸς τὴν γυναῖκα, καὶ εἶπε πρὸς αὐτήν· ἰδοὺ σὺ στεῖρα καὶ οὐ τέτοκας, καὶ συλλήψῃ υἱόν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
4καὶ νῦν φύλαξαι δὴ καὶ μὴ πίῃς οἶνον καὶ μέθυσμα καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον·
Cross References
Genesis 17:16εὐλογήσω δὲ αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον· καὶ εὐλογήσω αὐτό, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἔσονται.
Genesis 18:14μὴ ἀδυνατήσει παρὰ τῷ Θεῷ ρῆμα; εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας· καὶ ἔσται τῇ Σάρρᾳ υἱός.
Judges 6:11Καὶ ἦλθεν ἄγγελος Κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν τερέμινθον τὴν ἐν Ἐφραθὰ τὴν Ἰωὰς πατρὸς τοῦ Ἐσδρί, καὶ Γεδεὼν ὁ υἱὸς αὐτοῦ ραβδίζων σῖτον ἐν ληνῷ εἰς ἐκφυγεῖν ἀπὸ προσώπου τοῦ Μαδιάμ.
Judges 13:6καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ εἶπε τῷ ἀνδρὶ αὐτῆς λέγουσα· ἄνθρωπος Θεοῦ ἦλθε πρός με, καὶ εἶδος αὐτοῦ ὡς εἶδος ἀγγέλου Θεοῦ, φοβερὸν σφόδρα· καὶ οὐκ ἠρώτησα αὐτόν, πόθεν ἐστί, καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέ μοι.
Judges 13:10καὶ ἐτάχυνεν ἡ γυνὴ καὶ ἔδραμε καὶ ἀνήγγειλε τῷ ἀνδρὶ αὐτῆς καὶ εἶπε πρὸς αὐτόν· ἰδοὺ ὦπται πρός με ὁ ἀνήρ, ὃς ἦλθεν ἐν ἡμέρᾳ πρός με.
2 Kings 4:16καὶ εἶπεν Ἑλισαιὲ πρὸς αὐτήν· εἰς τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα, ζῶσα σὺ περιειληφυῖα υἱόν. ἡ δὲ εἶπε· μὴ Κύριε, μὴ διαψεύσῃ τὴν δούλην σου.