Judges 2:15
ἐν πᾶσιν, οἷς ἐπορεύοντο, καὶ χεὶρ Κυρίου ἦν ἐπ᾿ αὐτοὺς εἰς κακά, καθὼς ἐλάλησε Κύριος καὶ καθὼς ὤμοσε Κύριος αὐτοῖς, καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Deuteronomy 4:25Ἐὰν δὲ γεννήσῃς υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν σου καὶ χρονίσητε ἐπὶ τῆς γῆς καὶ ἀνομήσητε καὶ ποιήσητε γλυπτὸν ὁμοίωμα παντὸς καὶ ποιήσητε τὸ πονηρὸν ἐνώπιον Κυρίου τοῦ Θεοῦ ὑμῶν παροργίσαι αὐτόν,
Deuteronomy 28:15Καὶ ἔσται ἐὰν μὴ εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταλήψονταί σε.
Deuteronomy 32:40ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου καὶ ἐρῶ· ζῶ ἐγὼ εἰς τὸν αἰῶνα,
Judges 10:9καὶ διέβησαν οἱ υἱοὶ Ἀμμὼν τὸν Ἰορδάνην παρατάξασθαι πρὸς Ἰούδαν καὶ Βενιαμὶν καὶ πρὸς Ἐφραὶμ καὶ ἐθλίβη Ἰσραὴλ σφόδρα.
1 Samuel 12:15ἐὰν δὲ μὴ ἀκούσητε τῆς φωνῆς Κυρίου καὶ ἐρίσητε τῷ στόματι Κυρίου, καὶ ἔσται χεὶρ Κυρίου ἐφ᾿ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν.
1 Samuel 14:24καὶ Σαοὺλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀρᾶται τῷ λαῷ λέγων· ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς φάγεται ἄρτον ἕως ἑσπέρας, καὶ ἐκδικήσω τὸν ἐχθρόν μου· καὶ οὐκ ἐγεύσατο πᾶς ὁ λαὸς ἄρτου. καὶ πᾶσα ἡ γῆ ἠρίστα.