Judges 20:28
καὶ Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις. καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν Κυρίῳ λέγοντες· εἰ προσθῶμεν ἔτι ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμὶν ἀδελφοὺς ἡμῶν ἢ ἐπίσχωμεν; καὶ εἶπε Κύριος· ἀνάβητε, ὅτι αὔριον δώσω αὐτοὺς εἰς χεῖρας ὑμῶν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
27ὅτι ἐκεῖ κιβωτὸς διαθήκης Κυρίου τοῦ Θεοῦ,
29Καὶ ἔθηκαν οἱ υἱοὶ Ἰσραὴλ ἔνεδρα τῇ Γαβαὰ κύκλῳ.
Cross References
Numbers 25:7καὶ ἰδὼν Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ
Deuteronomy 18:5ὅτι αὐτὸν ἐξελέξατο Κύριος ἐκ πασῶν τῶν φυλῶν σου παρεστάναι ἔναντι Κυρίου τοῦ Θεοῦ, λειτουργεῖν καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς Ἰσραήλ.
Joshua 22:13καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς τοὺς υἱοὺς Ρουβὴν καὶ πρὸς τοὺς υἱοὺς Γὰδ καὶ πρὸς τοὺς υἱοὺς ἥμισυ φυλῆς Μανασσῆ εἰς γῆν Γαλαὰδ τόν τε Φινεὲς υἱὸν Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἀρχιερέως
Joshua 24:33καὶ ἐγένετο μετὰ ταῦτα καὶ Ἐλεάζαρ υἱὸς Ἀαρὼν ὁ ἀρχιερεὺς ἐτελεύτησε καὶ ἐτάφη ἐν Γαβαὰρ Φινεὲς τοῦ υἱοῦ αὐτοῦ, ἣν ἔδωκεν αὐτῷ ἐν τῷ ὄρει Ἐφραίμ. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λαβόντες οἱ υἱοὶ Ἰσραὴλ τὴν κιβωτὸν τοῦ Θεοῦ περιεφέροσαν ἐν ἑαυτοῖς, καὶ Φινεὲς ἱεράτευσεν ἀντὶ Ἐλεάζαρ τοῦ πατρὸς αὐτοῦ, ἕως ἀπέθανε καὶ κατωρύγη ἐν Γαβαὰρ τῇ ἑαυτοῦ. οἱ δὲ υἱοὶ Ἰσραὴλ ἀπήλθοσαν ἕκαστος εἰς τὸν τόπον αὐτῶν καὶ εἰς τὴν ἑαυτῶν πόλιν. καὶ ἐσέβοντο οἱ υἱοὶ Ἰσραὴλ τὴν Ἀστάρτην καὶ Ἀσταρὼθ καὶ τοὺς θεοὺς τῶν ἐθνῶν τῶν κύκλῳ αὐτῶν· καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας Ἐγλὼμ τῷ βασιλεῖ Μωάβ, καὶ ἐκυρίευσεν αὐτῶν ἔτη δεκαοκτώ.
Judges 7:9καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπε πρὸς αὐτὸν Κύριος· ἀναστὰς κατάβηθι ἐν τῇ παρεμβολῇ, ὅτι παρέδωκα αὐτὴν ἐν τῇ χειρί σου·
1 Samuel 23:4καὶ προσέθετο Δαυὶδ ἔτι ἐπερωτῆσαι διὰ τοῦ Κυρίου, καὶ ἀπεκρίθη αὐτῷ Κύριος καὶ εἶπεν αὐτῷ· ἀνάστηθι καὶ κατάβηθι εἰς Κεϊλά, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου.