Judges 3:12
Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου. καὶ ἐνίσχυσε Κύριος τὸν Ἐγλὼμ βασιλέα Μωὰβ ἐπὶ τὸν Ἰσραὴλ διὰ τὸ πεποιηκέναι αὐτούς τὸ πονηρὸν ἔναντι Κυρίου.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
11καὶ ἡσύχασεν ἡ γῆ ἔτη τεσσαράκοντα· καὶ ἀπέθανε Γοθονιὴλ υἱὸς Κενέζ.
Cross References
Exodus 9:16καὶ ἕνεκεν τούτου διετηρήθης, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.
Judges 2:14καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραὴλ καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας προνομευόντων, καὶ κατεπρονόμευσαν αὐτούς· καὶ ἀπέδοτο αὐτοὺς ἐν χερσὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν, καὶ οὐκ ἠδυνήθησαν ἔτι ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν.
1 Samuel 12:9καὶ ἐπελάθοντο Κυρίου τοῦ Θεοῦ αὐτῶν, καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Σισάρᾳ ἀρχιστρατήγῳ Ἰαβὶν βασιλέως Ἀσὼρ καὶ εἰς χεῖρας ἀλλοφύλων καὶ εἰς χεῖρας βασιλέως Μωάβ, καὶ ἐπολέμησαν ἐν αὐτοῖς.
Isaiah 10:15μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; ὡσαύτως ἐάν τις ἄρῃ ράβδον ἢ ξύλον.
Isaiah 45:1ΟΥΤΩ λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται.