Judges 4:5
καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββώρα ἀνὰ μέσον τῆς Ραμὰ καὶ ἀνὰ μέσον τῆς Βαιθὴλ ἐν τῷ ὄρει Ἐφραίμ, καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ἰσραὴλ εἰς κρίσιν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
4καὶ Δεββώρα γυνὴ προφῆτις γυνὴ Λαφιδώθ, αὕτη ἔκρινε τὸν Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ.
Cross References
Exodus 18:13Καὶ ἐγένετο μετὰ τὴν ἐπαύριον συνεκάθισε Μωυσῆς κρίνειν τὸν λαόν· παρειστήκει δὲ πᾶς ὁ λαὸς Μωυσῇ ἀπὸ πρωΐθεν ἕως δείλης.
Exodus 18:19νῦν οὖν ἄκουσόν μου καὶ συμβουλεύσω σοι, καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ. γίνου σὺ τῷ λαῷ τὰ πρὸς τὸν Θεὸν καὶ ἀνοίσεις τοὺς λόγους αὐτῶν πρὸς τὸν Θεόν,
Deuteronomy 17:8Ἐὰν δὲ ἀδυνατήσῃ ἀπὸ σοῦ ρῆμα ἐν κρίσει ἀναμέσον αἷμα αἵματος καὶ ἀναμέσον κρίσις κρίσεως καὶ ἀναμέσον ἁφὴ ἁφῆς καὶ ἀναμέσον ἀντιλογία ἀντιλογίας, ρήματα κρίσεως ἐν ταῖς πόλεσιν ὑμῶν, καὶ ἀναστὰς ἀναβήσῃ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐκεῖ,
Joshua 18:22καὶ Βαιθαβαρὰ καὶ Σαρὰ καὶ Βησανὰ
1 Samuel 1:1ΑΝΘΡΩΠΟΣ ἦν ἐξ Ἀρμαθαὶμ Σιφά, ἐξ ὄρους Ἐφραίμ, καὶ ὄνομα αὐτῷ Ἑλκανὰ υἱὸς Ἱερεμεὴλ υἱοῦ Ἠλιοὺ υἱοῦ Θοκὲ ἐν Νασὶβ Ἐφραίμ.
1 Samuel 6:16καὶ οἱ πέντε σατράπαι τῶν ἀλλοφύλων ἑώρων καὶ ἀνέστρεψαν εἰς Ἀσκάλωνα τῇ ἡμέρᾳ ἐκείνῃ.