Judges 5:23
καταρᾶσθε Μηρώζ, εἶπεν ἄγγελος Κυρίου, καταρᾶσθε, ἐπικατάρατος πᾶς ὁ κατοικῶν αὐτήν, ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν Κυρίου, εἰς βοήθειαν ἐν δυνατοῖς.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
22ὅτε ἐνεποδίσθησαν πτέρναι ἵππου, σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ.
24εὐλογηθείη ἐν γυναιξὶν Ἰαὴλ γυνὴ Χαβὲρ τοῦ Κιναίου, ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη.
Cross References
Judges 4:6καὶ ἀπέστειλε Δεββώρα καὶ ἐκάλεσε τὸν Βαρὰκ υἱὸν Ἀβινεὲμ ἐκ Κάδης Νεφθαλὶ καὶ εἶπε πρὸς αὐτόν· οὐχὶ ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραήλ σοι καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβὼρ καὶ λήψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν Νεφθαλὶ καὶ ἐκ τῶν υἱῶν Ζαβουλών;
Judges 8:5καὶ εἶπε τοῖς ἀνδράσι Σοκχώθ· δότε δὴ ἄρτους εἰς τροφὴν τῷ λαῷ τούτῳ τῷ ἐν ποσί μου, ὅτι ἐκλείπουσι, καὶ ἰδοὺ ἐγώ εἰμι διώκων ὀπίσω τοῦ Ζεβεὲ καὶ Σελμανὰ βασιλέων Μαδιάμ.
Judges 8:8καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουὴλ καὶ ἐλάλησε πρὸς αὐτοὺς ὡσαύτως, καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουὴλ ὃν τρόπον ἀπεκρίθησαν ἄνδρες Σοκχώθ.
Judges 21:8καὶ εἶπαν· τίς εἷς ἀπὸ φυλῶν Ἰσραήλ, ὃς οὐκ ἀνέβη πρὸς Κύριον εἰς Μασσηφάθ; καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ἰαβὶς Γαλαὰδ εἰς τὴν ἐκκλησίαν.
1 Samuel 17:47καὶ γνώσεται πᾶσα ἡ ἐκκλησία αὕτη ὅτι οὐκ ἐν ρομφαίᾳ καὶ δόρατι σῴζει Κύριος, ὅτι τοῦ Κυρίου ὁ πόλεμος, καὶ παραδώσει Κύριος ὑμᾶς εἰς χεῖρας ἡμῶν.
1 Samuel 25:28ἆρον δὴ τὸ ἀνόμημα τῆς δούλης σου, ὅτι ποιῶν ποιήσει Κύριος τῷ κυρίῳ μου οἶκον πιστόν, ὅτι πόλεμον κυρίου μου ὁ Κύριος πολεμεῖ, καὶ κακία οὐχ εὑρεθήσεται ἐν σοὶ πώποτε.