Judges 6:25
Καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν αὐτῷ Κύριος· λαβὲ τὸν μόσχον τὸν ταῦρον, ὅς ἐστι τῷ πατρί σου, καὶ μόσχον δεύτερον ἑπταετῆ καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ Βάαλ ὅ ἐστι τῷ πατρί σου, καὶ τὸ ἄλσος τὸ ἐπ᾿ αὐτὸ ὀλοθρεύσεις.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 34:13τούς βωμοὺς αὐτῶν καθελεῖτε καὶ τάς στήλας αὐτῶν συντρίψετε καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε ἐν πυρί·
Judges 3:7Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐναντίον Κυρίου καὶ ἐπελάθοντο Κυρίου τοῦ Θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν τοῖς Βααλὶμ καὶ τοῖς ἄλσεσι.
Job 22:23ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου, πόρρω ἐποίησας ἀπὸ διαίτης σου ἄδικον.