Judges 8:23
καὶ εἶπε πρὸς αὐτοὺς Γεδεών· οὐκ ἄρξω ἐγώ, καὶ οὐκ ἄρξει ὁ υἱός μου ἐν ὑμῖν· Κύριος ἄρξει ὑμῶν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Judges 2:18καὶ ὅτι ἤγειρε Κύριος αὐτοῖς κριτάς, καὶ ἦν Κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ, ὅτι παρεκλήθη Κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καί ἐκθλιβόντων αὐτούς.
Judges 11:9καὶ εἶπεν Ἰεφθάε πρὸς τοὺς πρεσβυτέρους Γαλαάδ· εἰ ἐπιστρέφετέ με ὑμεῖς παρατάξασθαι ἐν υἱοῖς Ἀμμὼν καὶ παραδῷ αὐτοὺς Κύριος ἐνώπιον ἐμοῦ, καὶ ἐγὼ ὑμῖν ἔσομαι εἰς ἄρχοντα.
1 Samuel 10:19καὶ ὑμεῖς σήμερον ἐξουδενήκατε τὸν Θεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν, καὶ εἴπατε· οὐχί, ἀλλ᾿ ἢ ὅτι βασιλέα καταστήσεις ἐφ᾿ ἡμῶν· καὶ νῦν κατάστητε ἐνώπιον Κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν.
Isaiah 33:22ὁ γὰρ Θεός μου μέγας ἐστίν, οὐ παρελεύσεταί με Κύριος· κριτὴς ἡμῶν Κύριος, ἄρχων ἡμῶν Κύριος, βασιλεὺς ἡμῶν Κύριος, οὗτος ἡμᾶς σώσει.