Judges 9:28
καὶ εἶπε Γαὰλ υἱὸς Ἰωβήλ· τίς ἐστιν Ἀβιμέλεχ καὶ τίς ἐστιν υἱὸς Συχέμ, ὅτι δουλεύσομεν αὐτῷ; οὐχ υἱὸς Ἱεροβάαλ, καὶ Ζεβοὺλ ἐπίσκοπος αὐτοῦ δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν Ἐμμὼρ πατρὸς Συχέμ; καὶ τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς;
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 33:19καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ, οὗ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, παρὰ Ἐμὼρ πατρὸς Συχὲμ ἑκατὸν ἀμνῶν.
Genesis 34:6ἐξῆλθε δὲ Ἐμμὼρ ὁ πατὴρ Συχὲμ πρὸς Ἰακὼβ λαλῆσαι αὐτῷ.
1 Samuel 25:10καὶ ἀπεκρίθη Νάβαλ τοῖς παισὶ Δαυὶδ καὶ εἶπε· τίς ὁ Δαυὶδ καὶ τίς ὁ υἱὸς Ἰεσσαί; σήμερον πεπληθυμμένοι εἰσὶν οἱ δοῦλοι ἀναχωροῦντες ἕκαστος ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ.
1 Kings 12:16καὶ εἶδον πᾶς Ἰσραήλ, ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν, καὶ ἀπεκρίθη ὁ λαὸς τῷ βασιλεῖ λέγων· τίς ἡμῖν μερὶς ἐν Δαυίδ; καὶ οὐκ ἔστιν ἡμῖν κληρονομία ἐν υἱῷ Ἰεσσαί· ἀπότρεχε, Ἰσραήλ, εἰς τὰ σκηνώματά σου· νῦν βόσκε τὸν οἶκόν σου, Δαυίδ. καὶ ἀπῆλθεν Ἰσραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ.