Lamentations 3:38
ἐκ στόματος Ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν;
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
Out of the mouth of the most High proceedeth not evil and good?
In Context
37Τίς οὕτως εἶπε, καὶ ἐγενήθη; Κύριος οὐκ ἐνετείλατο.
39τί γογγύσει ἄνθρωπος ζῶν, ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ;
Cross References
Job 2:10ὁ δὲ ἐμβλέψας εἶπεν αὐτῇ· ἵνα τί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας οὕτως; εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ Θεοῦ.
Proverbs 29:26πολλοὶ θεραπεύουσι πρόσωπα ἡγουμένων, παρὰ δὲ Κυρίου γίνεται τὸ δίκαιον ἀνδρί.
Isaiah 45:7ἐγὼ ὁ κατασκευάσας φῶς καὶ ποιήσας σκότος, ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακά· ἐγὼ Κύριος ὁ Θεὸς ὁ ποιῶν πάντα ταῦτα.
Amos 3:6εἰ φωνήσει σάλπιγξ ἐν πόλει, καὶ λαὸς οὐ πτοηθήσεται; εἰ ἔσται κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε;