Leviticus 20:6
καὶ ψυχή, ἣ ἐὰν ἐπακολουθήσῃ ἐγγαστριμύθοις ἢ ἐπαοιδοῖς, ὥστε ἐκπορνεῦσαι ὀπίσω αὐτῶν, ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν ἐκείνην καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
7καὶ ἔσεσθε ἅγιοι, ὅτι ἅγιος ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν·
Cross References
Exodus 22:17ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ καὶ μὴ βούληται ὁ πατὴρ αὐτῆς δοῦναι αὐτὴν αὐτῷ γυναῖκα, ἀργύριον ἀποτίσει τῷ πατρὶ καθ᾿ ὅσον ἐστὶν ἡ φερνὴ τῶν παρθένων.
Leviticus 19:26Μὴ ἔσθετε ἐπὶ τῶν ὀρέων καὶ οὐκ οἰωνιεῖσθε, οὐδὲ ὀρνιθοσκοπήσεσθε.
Leviticus 20:27Καὶ ἀνὴρ ἢ γυνή, ὃς ἂν γένηται αὐτῶν ἐγγαστρίμυθος ἢ ἐπαοιδός, θανάτῳ θανατούσθωσαν ἀμφότεροι· λίθοις λιθοβολήσετε αὐτούς, ἔνοχοί εἰσι.
Deuteronomy 18:10οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί, μαντευόμενος μαντείαν, κληδονιζόμενος καὶ οἰωνιζόμενος,
1 Chronicles 10:13καὶ ἀπέθανε Σαοὺλ ἐν ταῖς ἀνομίαις αὐτοῦ, αἷς ἠνόμησε τῷ Θεῷ κατὰ τὸν λόγον Κυρίου, διότι οὐκ ἐφύλαξεν· ὅτι ἐπηρώτησε Σαοὺλ ἐν τῶ ἐγγαστριμύθῳ τοῦ ζητῆσαι, καὶ ἀπεκρίνατο αὐτῷ Σαμουὴλ ὁ προφήτης·
Isaiah 8:19καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· ζητήσατε τοὺς ἐγγαστριμύθους καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐχὶ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσι; τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς;