Leviticus 21:8
καὶ ἁγιάσεις αὐτόν. τὰ δῶρα Κυρίου τοῦ Θεοῦ ὑμῶν οὗτος προσφέρει· ἅγιος ἔσται, ὅτι ἅγιος ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 19:14κατέβη δὲ Μωυσῆς ἐκ τοῦ ὄρους πρὸς τὸν λαὸν καὶ ἡγίασεν αὐτούς, καὶ ἔπλυναν τὰ ἱμάτια.
Exodus 29:1ΚΑΙ ταῦτά ἐστιν, ἃ ποιήσεις αὐτοῖς ἁγιάσαι αὐτούς, ὥστε ἱερατεύειν μοι αὐτούς. λήψῃ μοσχάριον ἐκ βοῶν ἓν καὶ κριοὺς ἀμώμους δύο
Leviticus 11:44ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν, καὶ ἁγιασθήσεσθε καὶ ἅγιοι ἔσεσθε, ὅτι ἅγιός εἰμι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐ μιανεῖτε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς κινουμένοις ἐπὶ τῆς γῆς·
Leviticus 20:7καὶ ἔσεσθε ἅγιοι, ὅτι ἅγιος ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν·
Leviticus 21:6ἅγιοι ἔσονται τῷ Θεῷ αὐτῶν καὶ οὐ βεβηλώσουσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν· τὰς γὰρ θυσίας Κυρίου δῶρα τοῦ Θεοῦ αὐτῶν αὐτοὶ προσφέρουσι καὶ ἔσονται ἅγιοι.
Numbers 28:2ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτοὺς λέγων· τὰ δῶρά μου δόματά μου καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορταῖς μου.