Leviticus 22:18
λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ πάσῃ συναγωγῇ Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ἄνθρωπος ἄνθρωπος ἀπὸ τῶν υἱῶν Ἰσραήλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων πρὸς αὐτοὺς ἐν Ἰσραήλ, ὃς ἂν προσενέγκῃ τὰ δῶρα αὐτοῦ κατὰ πᾶσαν ὁμολογίαν αὐτῶν ἢ κατὰ πᾶσαν αἵρεσιν αὐτῶν, ὅσα ἂν προσενέγκωσι τῷ Θεῷ εἰς ὁλοκαύτωμα,
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
17Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
19δεκτὰ ὑμῖν ἄμωμα ἄρσενα ἐκ τῶν βουκολίων ἢ ἐκ τῶν προβάτων καὶ ἐκ τῶν αἰγῶν.
Cross References
Leviticus 1:2λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἐρεῖς πρὸς αὐτούς· ἄνθρωπος ἐξ ὑμῶν ἐὰν προσαγάγῃ δῶρα τῷ Κυρίῳ, ἀπὸ τῶν κτηνῶν καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων προσοίσετε τὰ δῶρα ὑμῶν.
Leviticus 7:16καὶ ἐὰν εὐχὴ ᾖ, ἢ ἑκούσιον θυσιάζῃ τὸ δῶρον αὐτοῦ, ᾗ ἂν ἡμέρᾳ προσαγάγῃ τὴν θυσίαν αὐτοῦ, βρωθήσεται, καὶ τῇ αὔριον·
Leviticus 17:13καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν θηρεύσῃ θήρευμα θηρίον ἢ πετεινόν, ὃ ἔσθεται, καὶ ἐκχεεῖ τὸ αἷμα καὶ καλύψει αὐτὸ τῇ γῇ·
Numbers 15:3καὶ ποιήσεις ὁλοκαυτώματα Κυρίῳ, ὁλοκάρπωμα ἢ θυσίαν, μεγαλῦναι εὐχὴν ἢ καθ' ἑκούσιον ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν ποιῆσαι ὀσμὴν εὐωδίας τῷ Κυρίῳ, εἰ μὲν ἀπὸ τῶν βοῶν ἢ ἀπό τῶν προβάτων,
Deuteronomy 12:6καὶ οἴσετε ἐκεῖ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ θυσιάσματα ὑμῶν καὶ τὰς ἀπαρχὰς ὑμῶν καὶ τὰς εὐχὰς ὑμῶν καὶ τὰ ἑκούσια ὑμῶν καὶ τὰς ὁμολογίας ὑμῶν, τὰ πρωτότοκα τῶν βοῶν ὑμῶν καὶ τῶν προβάτων ὑμῶν
Deuteronomy 16:10καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων Κυρίῳ τῷ Θεῷ σου καθὼς ἡ χείρ σου ἰσχύει, ὅσα ἂν δῷ Κύριος ὁ Θεός σου·