Leviticus 24:14
ἐξάγαγε τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς, καὶ ἐπιθήσουσι πάντες οἱ ἀκούσαντες τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ λιθοβολήσουσιν αὐτὸν πᾶσα ἡ συναγωγή.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
13καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
Cross References
Leviticus 13:46πάσας τὰς ἡμέρας, ὅσας ἐὰν ᾖ ἐπ᾿ αὐτὸν ἡ ἁφή, ἀκάθαρτος ὢν ἀκάθαρτος ἔσται, κεχωρισμένος καθήσεται, ἔξω τῆς παρεμβολῆς αὐτοῦ ἔσται ἡ διατριβή.
Leviticus 20:27Καὶ ἀνὴρ ἢ γυνή, ὃς ἂν γένηται αὐτῶν ἐγγαστρίμυθος ἢ ἐπαοιδός, θανάτῳ θανατούσθωσαν ἀμφότεροι· λίθοις λιθοβολήσετε αὐτούς, ἔνοχοί εἰσι.
Numbers 15:35καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· θανάτῳ θανατούσθω ὁ ἄνθρωπος, λιθοβολήσατε αὐτὸν λίθοις πᾶσα ἡ συναγωγή.
Deuteronomy 17:7καὶ ἡ χεὶρ τῶν μαρτύρων ἔσται ἐπ᾿ αὐτῷ ἐν πρώτοις θανατῶσαι αὐτόν, καὶ ἡ χεὶρ τοῦ λαοῦ ἐπ᾿ ἐσχάτων· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
Deuteronomy 22:21καὶ ἐξάξουσι τὴν νεᾶνιν ἐπὶ τὰς θύρας τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς, καὶ λιθοβολήσουσιν αὐτὴν ἐν λίθοις, καὶ ἀποθανεῖται, ὅτι ἐποίησεν ἀφροσύνην ἐν υἱοῖς Ἰσραὴλ ἐκπορνεῦσαι τὸν οἶκον τοῦ πατρὸς αὐτῆς· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
1 Kings 21:10καὶ ἀπέστειλε πρὸς αὐτὸν υἱὸς Ἄδερ λέγων· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς ἀλώπεξι παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου.