Leviticus 25:25
ἐὰν δὲ πένηται ὁ ἀδελφός σου ὁ μετὰ σοῦ καὶ ἀποδῶται ἀπὸ τῆς κατασχέσεως αὐτοῦ, καὶ ἔλθῃ ὁ ἀγχιστεύων ὁ ἐγγίζων αὐτῷ, καὶ λυτρώσεται τὴν πρᾶσιν τοῦ ἀδελφοῦ αὐτοῦ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
24καὶ κατὰ πᾶσαν γῆν κατασχέσεως ὑμῶν λύτρα δώσετε τῆς γῆς.
26ἐὰν δὲ μὴ ᾖ τινι ὁ ἀγχιστεύων καὶ εὐπορηθῇ τῇ χειρὶ καὶ εὑρεθῇ αὐτῷ τὸ ἱκανὸν λύτρα αὐτοῦ,
Cross References
Leviticus 25:47Ἐὰν δὲ εὕρῃ ἡ χεὶρ τοῦ προσηλύτου ἢ τοῦ παροίκου τοῦ παρὰ σοί, καὶ ἀπορηθεὶς ὁ ἀδελφός σου πραθῇ τῷ προσηλύτῳ ᾒ τῷ παροίκῳ τῷ παρὰ σοὶ ἢ ἐκ γενετῆς προσηλύτῳ,
Ruth 2:20εἶπε δὲ Νωεμὶν τῇ νύμφῃ αὐτῆς· εὐλογητός ἐστι τῷ Κυρίῳ, ὅτι οὐκ ἐγκατέλιπε τὸ ἔλεος αὐτοῦ μετὰ τῶν ζώντων καὶ μετὰ τῶν τεθνηκότων. καὶ εἶπεν αὐτῇ Νωεμίν· ἐγγίζει ἡμῖν ὁ ἀνήρ, ἐκ τῶν ἀγχιστευόντων ἡμῖν ἐστι.
Ruth 3:9εἶπε δέ· τίς εἶ σύ; ἡ δὲ εἶπεν· ἐγώ εἰμι Ροὺθ ἡ δούλη σου, καὶ περιβαλεῖς τὸ πτερύγιόν σου ἐπὶ τὴν δούλην σου, ὅτι ἀγχιστεὺς εἶ σύ.
Ruth 4:4κἀγὼ εἶπα· ἀποκαλύψω τὸ οὖς σου λέγων· κτῆσαι ἐναντίον τῶν καθημένων καὶ ἐναντίον τῶν πρεσβυτέρων τοῦ λαοῦ μου· εἰ ἀγχιστεύεις, ἀγχίστευε· εἰ δὲ μὴ ἀγχιστεύεις, ἀνάγγειλόν μοι καὶ γνώσομαι· ὅτι οὐκ ἔστι πάρεξ σοῦ τοῦ ἀγχιστεῦσαι, κἀγώ εἰμι μετὰ σέ. ὁ δὲ εἶπεν· ἐγώ εἰμι, ἀγχιστεύσω.
Jeremiah 32:7καὶ τὴν Ἰδουμαίαν καὶ τὴν Μωαβῖτιν καὶ τοὺς υἱοὺς Ἀμμὼν