Leviticus 26:3
Ἐὰν τοῖς προστάγμασί μου πορεύησθε καὶ τὰς ἐντολάς μου φυλάσσησθε καὶ ποιήσητε αὐτάς,
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
If ye walk in my statutes, and keep my commandments, and do them;
In Context
2τὰ σάββατά μου φυλάξεσθε, καὶ ἀπὸ τῶν ἁγίων μου φοβηθήσεσθε· ἐγώ εἰμι Κύριος.
Cross References
Leviticus 18:4τὰ κρίματά μου ποιήσετε καὶ τὰ προστάγματά μου φυλάξεσθε καὶ πορεύεσθε ἐν αὐτοῖς· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
Deuteronomy 7:12Καὶ ἔσται ἡνίκα ἂν ἀκούσητε τὰ δικαιώματα ταῦτα καὶ φυλάξητε καὶ ποιήσητε αὐτά, καὶ διαφυλάξει Κύριος ὁ Θεός σού σοι τὴν διαθήκην καὶ τὸ ἔλεος, ὃ ὤμοσε τοῖς πατράσιν ὑμῶν,
Deuteronomy 11:14καὶ δώσει τὸν ὑετὸν τῇ γῇ σου καθ᾿ ὥραν πρώϊμον καὶ ὄψιμον, καὶ εἰσοίσεις τὸν σῖτόν σου καὶ τὸν οἶνόν σου καὶ τὸ ἔλαιόν σου·
Joshua 23:14ἐγὼ δὲ ἀποτρέχω τὴν ὁδόν, καθὰ καὶ πάντες οἱ ἐπὶ τῆς γῆς, καὶ γνώσεσθε τῇ καρδίᾳ ὑμῶν καὶ τῇ ψυχῇ ὑμῶν, διότι οὐκ ἔπεσεν εἷς λόγος ἀπὸ πάντων τῶν λόγων, ὧν εἶπε Κύριος ὁ Θεὸς ἡμῶν πρὸς πάντα τὰ ἀνήκοντα ἡμῖν, οὐ διεφώνησεν ἐξ αὐτῶν.
Judges 2:1ΚΑΙ ἀνέβη ἄγγελος Κυρίου ἀπὸ Γαλγὰλ ἐπὶ τὸν Κλαυθμῶνα καὶ ἐπὶ Βαιθὴλ καἱ ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ εἶπε πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἀνεβίβασα ὑμᾶς ἐξ Αἰγύπτου καὶ εἰσήγαγον ὑμᾶς εἰς τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν, καὶ εἶπα· οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ᾿ ὑμῶν εἰς τὸν αἰῶνα·