The Bible Software
bible.software › Leviticus › Leviticus 6 › Leviticus 6:3

Leviticus 6:3

καὶ ἐνδύσεται ὁ ἱερεὺς χιτῶνα λινοῦν καὶ περισκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ σῶμα αὐτοῦ, καὶ ἀφελεῖ τὴν κατακάρπωσιν, ἣν ἂν καταναλώσῃ τὸ πῦρ, τὴν ὁλοκαύτωσιν, ἀπὸ τοῦ θυσιαστηρίου, καὶ παραθήσει αὐτὸ ἐχόμενον τοῦ θυσιαστηρίου.

Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

In The King James Version

Or have found that which was lost, and lieth concerning it, and sweareth falsely; in any of all these that a man doeth, sinning therein:

In Context

2ἔντειλαι Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων· οὗτος ὁ νόμος τῆς ὁλοκαυτώσεως· αὐτὴ ἡ ὁλοκαύτωσις ἐπὶ τῆς καύσεως αὐτῆς ἐπὶ τοῦ θυσιαστηρίου ὅλην τὴν νύκτα ἕως τὸ πρωΐ, καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπ᾿ αὐτοῦ, οὐ σβεσθήσεται.

4καὶ ἐκδύσεται τὴν στολὴν αὐτοῦ καὶ ἐνδύσεται στολὴν ἄλλην, καὶ ἐξοίσει τὴν κατακάρπωσιν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν.

Read all of Leviticus 6

Cross References

Exodus 22:9κατὰ πᾶν ρητὸν ἀδίκημα, περί τε μόσχου καὶ ὑποζυγίου καὶ προβάτου καὶ ἱματίου καὶ πάσης ἀπωλείας τῆς ἐγκαλουμένης, ὅ,τι οὖν ἂν ᾖ, ἐνώπιον τοῦ Θεοῦ ἐλεύσεται ἡ κρίσις ἀμφοτέρων, καὶ ὁ ἁλοὺς διὰ τοῦ Θεοῦ ἀποτίσει διπλοῦν τῷ πλησίον·

Leviticus 16:4καὶ χιτῶνα λινοῦν ἡγιασμένον ἐνδύσεται, καὶ περισκελὲς λινοῦν ἔσται ἐπὶ τοῦ χρωτὸς αὐτοῦ, καὶ ζώνῃ λινῇ ζώσεται καὶ κίδαριν λινῆν περιθήσεται, ἱμάτια ἅγιά ἐστι, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ, καὶ ἐνδύσεται αὐτά.

Deuteronomy 22:1ΜΗ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου ἢ τὸ πρόβατον αὐτοῦ πλανώμενα ἐν τῇ ὁδῷ ὑπερίδῃς αὐτά· ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελφῷ σου, καὶ ἀποδώσεις αὐτῷ.

Jeremiah 5:2ζῇ Κύριος, λέγουσι· διὰ τοῦτο οὐκ ἐν ψεύδεσιν ὀμνύουσι;

Ezekiel 44:19καὶ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πρὸς τὸν λαὸν ἐκδύσονται τὰς στολὰς αὐτῶν, ἐν αἷς αὐτοὶ λειτουργοῦσιν ἐν αὐταῖς, καὶ θήσουσιν αὐτὰς ἐν ταῖς ἐξέδραις τῶν ἁγίων καὶ ἐνδύσονται στολὰς ἑτέρας καὶ οὐ μὴ ἁγιάσωσι τὸν λαὸν ἐν ταῖς στολαῖς αὐτῶν.

This Verse In Other Editions

King James VersionBíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)Библия (Русский)新标点和合本성경 (한국어)الكتاب المقدس باللغة العربية، فان دايكBibbia Diodati (Italiano)Kinh Thánh (Tiếng Việt)Biblia Cornilescu (Română)Polish Biblia Gdanska (1881)Statenvertaling (Nederlands)

Study Leviticus 6:3

Matthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)
← Leviticus 6:2Leviticus 6Leviticus 6:4 →