Malachi 1:13
καὶ εἴπατε· ταῦτα ἐκ κακοπαθείας ἐστί, καὶ ἐξεφύσησα αὐτά, λέγει Κύριος παντοκράτωρ· καὶ εἰσεφέρετε ἁρπάγματα καὶ τὰ χωλὰ καὶ τὰ ἐνοχλούμενα· καὶ ἐὰν φέρητε τὴν θυσίαν, εἰ προσδέξομαι αὐτὰ ἐκ τῶν χειρῶν ὑμῶν; λέγει Κύριος παντοκράτωρ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Leviticus 22:19δεκτὰ ὑμῖν ἄμωμα ἄρσενα ἐκ τῶν βουκολίων ἢ ἐκ τῶν προβάτων καὶ ἐκ τῶν αἰγῶν.
1 Samuel 2:29ἱνατί ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου καὶ εἰς τὴν θυσίαν μου ἀναιδεῖ ὀφθαλμῷ καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ ἐνευλογεῖσθαι ἀπαρχῆς πάσης θυσίας τοῦ Ἰσραὴλ ἔμπροσθέν μου;
Isaiah 43:22οὐ νῦν ἐκάλεσά σε, Ἰακώβ, οὐδὲ κοπιάσαι σε ἐποίησα, Ἰσραήλ.
Jeremiah 7:9καὶ φονεύετε καὶ μοιχᾶσθε καὶ κλέπτετε καὶ ὀμνύετε ἐπ' ἀδίκῳ καὶ θυμιᾶτε τῇ Βάαλ καὶ ἐπορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων, ὧν οὐκ οἴδατε, τοῦ κακῶς εἶναι ὑμῖν
Ezekiel 4:14καὶ εἶπα· μηδαμῶς, Κύριε Θεὲ τοῦ Ἰσραήλ· ἰδοὺ ἡ ψυχή μου σὺ μεμίανται ἐν ἀκαθαρσίᾳ, καὶ θνησιμαῖον καὶ θηριάλωτον οὐ βέβρωκα ἀπὸ γενέσεώς μου ἕως τοῦ νῦν, οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας ἕωλον.
Amos 5:21μεμίσηκα, ἀπῶσμαι ἑορτὰς ὑμῶν καὶ οὐ μὴ ὀσφρανθῶ θυσίας ἐν ταῖς πανηγύρεσιν ὑμῶν·